1
και ουτοι οι ελθοντες προς δαυιδ εις σωκλαγ ετι συνεχομενου απο προσωπου σαουλ υιου κις και ουτοι εν τοις δυνατοις βοηθουντες εν πολεμω
2
και τοξω εκ δεξιων και εξ αριστερων και σφενδονηται εν λιθοις και τοξοις εκ των αδελφων σαουλ εκ βενιαμιν
3
ο αρχων αχιεζερ και ιωας υιος ασμα του γεβωθιτου και ιωηλ και ιωφαλητ υιοι ασμωθ και βερχια και ιηουλ ο αναθωθι
4
και σαμαιας ο γαβαωνιτης δυνατος εν τοις τριακοντα και επι των τριακοντα
5
ιερμιας και ιεζιηλ και ιωαναν και ιωζαβαδ ο γαδαραθι
6
ελιαζαι και ιαριμουθ και βααλια και σαμαρια και σαφατια ο χαραιφι
7
ηλκανα και ιησουνι και οζριηλ και ιωαζαρ και ιεσβοαμ οι κοριται
8
και ελια και ζαβαδια υιοι ιρααμ υιοι του γεδωρ
9
και απο του γαδδι εχωρισθησαν προς δαυιδ απο της ερημου ισχυροι δυνατοι ανδρες παραταξεως πολεμου αιροντες θυρεους και δορατα και προσωπον λεοντος προσωπα αυτων και κουφοι ως δορκαδες επι των ορεων τω ταχει
10
αζερ ο αρχων αβδια ο δευτερος ελιαβ ο τριτος
11
μασεμαννη ο τεταρτος ιερμια ο πεμπτος
12
εθθι ο εκτος ελιαβ ο εβδομος
13
ιωαναν ο ογδοος ελιαζερ ο ενατος
14
ιερμια ο δεκατος μαχαβανναι ο ενδεκατος
15
ουτοι εκ των υιων γαδ αρχοντες της στρατιας εις τοις εκατον μικρος και μεγας τοις χιλιοις
16
ουτοι οι διαβαντες τον ιορδανην εν τω μηνι τω πρωτω και ουτος πεπληρωκως επι πασαν κρηπιδα αυτου και εξεδιωξαν παντας τους κατοικουντας αυλωνας απο ανατολων εως δυσμων
17
και ηλθον απο των υιων βενιαμιν και ιουδα εις βοηθειαν του δαυιδ
18
και δαυιδ εξηλθεν εις απαντησιν αυτων και ειπεν αυτοις ει εις ειρηνην ηκατε προς με ειη μοι καρδια καθ' εαυτην εφ' υμας και ει του παραδουναι με τοις εχθροις μου ουκ εν αληθεια χειρος ιδοι ο θεος των πατερων ημων και ελεγξαιτο
19
και πνευμα ενεδυσε τον αμασαι αρχοντα των τριακοντα και ειπεν πορευου και ο λαος σου δαυιδ υιος ιεσσαι ειρηνη ειρηνη σοι και ειρηνη τοις βοηθοις σου οτι εβοηθησεν σοι ο θεος σου και προσεδεξατο αυτους δαυιδ και κατεστησεν αυτους αρχοντας των δυναμεων
20
και απο μανασση προσεχωρησαν προς δαυιδ εν τω ελθειν τους αλλοφυλους επι σαουλ εις πολεμον και ουκ εβοηθησεν αυτοις οτι εν βουλη εγενετο παρα των στρατηγων των αλλοφυλων λεγοντων εν ταις κεφαλαις των ανδρων εκεινων επιστρεψει προς τον κυριον αυτου σαουλ
21
εν τω πορευθηναι αυτον εις σωκλαγ προσεχωρησαν αυτω απο μανασση εδνα και ιωζαβαθ και ιωδιηλ και μιχαηλ και ιωσαβεθ και ελιμουθ και σελαθι αρχηγοι χιλιαδων εισιν του μανασση
22
και αυτοι συνεμαχησαν τω δαυιδ επι τον γεδδουρ οτι δυνατοι ισχυος παντες και ησαν ηγουμενοι εν τη στρατια εν τη δυναμει
23
οτι ημεραν εξ ημερας ηρχοντο προς δαυιδ εις δυναμιν μεγαλην ως δυναμις θεου
24
και ταυτα τα ονοματα των αρχοντων της στρατιας οι ελθοντες προς δαυιδ εις χεβρων του αποστρεψαι την βασιλειαν σαουλ προς αυτον κατα τον λογον κυριου
25
υιοι ιουδα θυρεοφοροι και δορατοφοροι εξ χιλιαδες και οκτακοσιοι δυνατοι παραταξεως
26
των υιων συμεων δυνατοι ισχυος εις παραταξιν επτα χιλιαδες και εκατον
27
των υιων λευι τετρακισχιλιοι εξακοσιοι
28
και ιωαδαε ο ηγουμενος τω ααρων και μετ' αυτου τρεις χιλιαδες και επτακοσιοι
29
και σαδωκ νεος δυνατος ισχυι και της πατρικης οικιας αυτου αρχοντες εικοσι δυο
30
και εκ των υιων βενιαμιν των αδελφων σαουλ τρεις χιλιαδες και ετι το πλειστον αυτων απεσκοπει την φυλακην οικου σαουλ
31
και απο υιων εφραιμ εικοσι χιλιαδες και οκτακοσιοι δυνατοι ισχυι ανδρες ονομαστοι κατ' οικους πατριων αυτων
32
και απο του ημισους φυλης μανασση δεκα οκτω χιλιαδες οι ωνομασθησαν εν ονοματι του βασιλευσαι τον δαυιδ
33
και απο των υιων ισσαχαρ γινωσκοντες συνεσιν εις τους καιρους γινωσκοντες τι ποιησαι ισραηλ εις τας αρχας αυτων διακοσιοι και παντες αδελφοι αυτων μετ' αυτων
34
και απο ζαβουλων εκπορευομενοι εις παραταξιν πολεμου εν πασιν σκευεσιν πολεμικοις πεντηκοντα χιλιαδες βοηθησαι τω δαυιδ ουχ ετεροκλινως
35
και απο νεφθαλι αρχοντες χιλιοι και μετ' αυτων εν θυρεοις και δορασιν τριακοντα επτα χιλιαδες
36
και απο των δανιτων παρατασσομενοι εις πολεμον εικοσι οκτω χιλιαδες και οκτακοσιοι
37
και απο του ασηρ εκπορευομενοι βοηθησαι εις πολεμον τεσσαρακοντα χιλιαδες
38
και εκ περαν του ιορδανου απο ρουβην και γαδδι και απο του ημισους φυλης μανασση εν πασιν σκευεσιν πολεμικοις εκατον εικοσι χιλιαδες
39
παντες ουτοι ανδρες πολεμισται παρατασσομενοι παραταξιν εν ψυχη ειρηνικη και ηλθον εις χεβρων του βασιλευσαι τον δαυιδ επι παντα ισραηλ και ο καταλοιπος ισραηλ ψυχη μια του βασιλευσαι τον δαυιδ
40
και ησαν εκει ημερας τρεις εσθιοντες και πινοντες οτι ητοιμασαν αυτοις οι αδελφοι αυτων
41
και οι ομορουντες αυτοις εως ισσαχαρ και ζαβουλων και νεφθαλι εφερον αυτοις επι των καμηλων και των ονων και των ημιονων και επι των μοσχων βρωματα αλευρα παλαθας σταφιδας οινον και ελαιον μοσχους και προβατα εις πληθος οτι ευφροσυνη εν ισραηλ