1
και εποιησεν αυτω οικιας εν πολει δαυιδ και ητοιμασεν τον τοπον τη κιβωτω του θεου και εποιησεν αυτη σκηνην
2
τοτε ειπεν δαυιδ ουκ εστιν αραι την κιβωτον του θεου αλλ' η τους λευιτας οτι αυτους εξελεξατο κυριος αιρειν την κιβωτον κυριου και λειτουργειν αυτω εως αιωνος
3
και εξεκκλησιασεν δαυιδ τον παντα ισραηλ εις ιερουσαλημ του ανενεγκαι την κιβωτον κυριου εις τον τοπον ον ητοιμασεν αυτη
4
και συνηγαγεν δαυιδ τους υιους ααρων και τους λευιτας
5
των υιων κααθ ουριηλ ο αρχων και οι αδελφοι αυτου εκατον εικοσι
6
των υιων μεραρι ασαια ο αρχων και οι αδελφοι αυτου διακοσιοι πεντηκοντα
7
των υιων γηρσαμ ιωηλ ο αρχων και οι αδελφοι αυτου εκατον πεντηκοντα
8
των υιων ελισαφαν σαμαιας ο αρχων και οι αδελφοι αυτου διακοσιοι
9
των υιων χεβρων ελιηλ ο αρχων και οι αδελφοι αυτου ογδοηκοντα
10
των υιων οζιηλ αμιναδαβ ο αρχων και οι αδελφοι αυτου εκατον δεκα δυο
11
και εκαλεσεν δαυιδ τον σαδωκ και αβιαθαρ τους ιερεις και τους λευιτας τον ουριηλ ασαια ιωηλ σαμαιαν ελιηλ αμιναδαβ
12
και ειπεν αυτοις υμεις αρχοντες πατριων των λευιτων αγνισθητε υμεις και οι αδελφοι υμων και ανοισετε την κιβωτον του θεου ισραηλ ου ητοιμασα αυτη
13
οτι ουκ εν τω προτερον υμας ειναι διεκοψεν ο θεος ημων εν ημιν οτι ουκ εζητησαμεν εν κριματι
14
και ηγνισθησαν οι ιερεις και οι λευιται του ανενεγκαι την κιβωτον θεου ισραηλ
15
και ελαβον οι υιοι των λευιτων την κιβωτον του θεου ως ενετειλατο μωυσης εν λογω θεου κατα την γραφην εν αναφορευσιν επ' αυτους
16
και ειπεν δαυιδ τοις αρχουσιν των λευιτων στησατε τους αδελφους αυτων τους ψαλτωδους εν οργανοις ωδων ναβλαις και κινυραις και κυμβαλοις του φωνησαι εις υψος εν φωνη ευφροσυνης
17
και εστησαν οι λευιται τον αιμαν υιον ιωηλ εκ των αδελφων αυτου ασαφ υιος βαραχια και εκ των υιων μεραρι αδελφων αυτου αιθαν υιος κισαιου
18
και μετ' αυτων αδελφοι αυτων οι δευτεροι ζαχαριας και οζιηλ και σεμιραμωθ και ιιηλ και ωνι και ελιαβ και βαναια και μαασαια και ματταθια και ελιφαλια και μακενια και αβδεδομ και ιιηλ και οζιας οι πυλωροι
19
και οι ψαλτωδοι αιμαν ασαφ και αιθαν εν κυμβαλοις χαλκοις του ακουσθηναι ποιησαι
20
ζαχαριας και οζιηλ σεμιραμωθ ιιηλ ωνι ελιαβ μασαιας βαναιας εν ναβλαις επι αλαιμωθ
21
και ματταθιας και ελιφαλιας και μακενιας και αβδεδομ και ιιηλ και οζιας εν κινυραις αμασενιθ του ενισχυσαι
22
και χωνενια αρχων των λευιτων αρχων των ωδων οτι συνετος ην
23
και βαραχια και ηλκανα πυλωροι της κιβωτου
24
και σοβνια και ιωσαφατ και ναθαναηλ και αμασαι και ζαχαρια και βαναι και ελιεζερ οι ιερεις σαλπιζοντες ταις σαλπιγξιν εμπροσθεν της κιβωτου του θεου και αβδεδομ και ιια πυλωροι της κιβωτου του θεου
25
και ην δαυιδ και οι πρεσβυτεροι ισραηλ και οι χιλιαρχοι οι πορευομενοι του αναγαγειν την κιβωτον της διαθηκης κυριου εξ οικου αβδεδομ εν ευφροσυνη
26
και εγενετο εν τω κατισχυσαι τον θεον τους λευιτας αιροντας την κιβωτον της διαθηκης κυριου και εθυσαν επτα μοσχους και επτα κριους
27
και δαυιδ περιεζωσμενος εν στολη βυσσινη και παντες οι λευιται αιροντες την κιβωτον διαθηκης κυριου και οι ψαλτωδοι και χωνενιας ο αρχων των ωδων των αδοντων και επι δαυιδ στολη βυσσινη
28
και πας ισραηλ αναγοντες την κιβωτον διαθηκης κυριου εν σημασια και εν φωνη σωφερ και εν σαλπιγξιν και εν κυμβαλοις αναφωνουντες ναβλαις και εν κινυραις
29
και εγενετο κιβωτος διαθηκης κυριου και ηλθεν εως πολεως δαυιδ και μελχολ θυγατηρ σαουλ παρεκυψεν δια της θυριδος και ειδεν τον βασιλεα δαυιδ ορχουμενον και παιζοντα και εξουδενωσεν αυτον εν τη ψυχη αυτης