1
και εισηνεγκαν την κιβωτον του θεου και απηρεισαντο αυτην εν μεσω της σκηνης ης επηξεν αυτη δαυιδ και προσηνεγκαν ολοκαυτωματα και σωτηριου εναντιον του θεου
2
και συνετελεσεν δαυιδ αναφερων ολοκαυτωματα και σωτηριου και ευλογησεν τον λαον εν ονοματι κυριου
3
και διεμερισεν παντι ανδρι ισραηλ απο ανδρος και εως γυναικος τω ανδρι αρτον ενα αρτοκοπικον και αμοριτην
4
και εταξεν κατα προσωπον της κιβωτου διαθηκης κυριου εκ των λευιτων λειτουργουντας αναφωνουντας και εξομολογεισθαι και αινειν κυριον τον θεον ισραηλ
5
ασαφ ο ηγουμενος και δευτερευων αυτω ζαχαριας ιιηλ σεμιραμωθ ιιηλ ματταθιας ελιαβ και βαναιας και αβδεδομ και ιιηλ εν οργανοις ναβλαις και κινυραις και ασαφ εν κυμβαλοις αναφωνων
6
και βαναιας και οζιηλ οι ιερεις εν ταις σαλπιγξιν δια παντος εναντιον της κιβωτου της διαθηκης του θεου
7
εν τη ημερα εκεινη τοτε εταξεν δαυιδ εν αρχη του αινειν τον κυριον εν χειρι ασαφ και των αδελφων αυτου
8
εξομολογεισθε τω κυριω επικαλεισθε αυτον εν ονοματι αυτου γνωρισατε εν λαοις τα επιτηδευματα αυτου
9
ασατε αυτω και υμνησατε αυτω διηγησασθε πασιν τα θαυμασια αυτου α εποιησεν κυριος
10
αινειτε εν ονοματι αγιω αυτου ευφρανθησεται καρδια ζητουσα την ευδοκιαν αυτου
11
ζητησατε τον κυριον και ισχυσατε ζητησατε το προσωπον αυτου δια παντος
12
μνημονευετε τα θαυμασια αυτου α εποιησεν τερατα και κριματα του στοματος αυτου
13
σπερμα ισραηλ παιδες αυτου υιοι ιακωβ εκλεκτοι αυτου
14
αυτος κυριος ο θεος ημων εν παση τη γη τα κριματα αυτου
15
μνημονευων εις αιωνα διαθηκης αυτου λογον αυτου ον ενετειλατο εις χιλιας γενεας
16
ον διεθετο τω αβρααμ και τον ορκον αυτου τω ισαακ
17
εστησεν αυτον τω ιακωβ εις προσταγμα τω ισραηλ διαθηκην αιωνιον
18
λεγων σοι δωσω την γην χανααν σχοινισμα κληρονομιας υμων
19
εν τω γενεσθαι αυτους ολιγοστους αριθμω ως εσμικρυνθησαν και παρωκησαν εν αυτη
20
και επορευθησαν απο εθνους εις εθνος και απο βασιλειας εις λαον ετερον
21
ουκ αφηκεν ανδρα του δυναστευσαι αυτους και ηλεγξεν περι αυτων βασιλεις
22
μη αψησθε των χριστων μου και εν τοις προφηταις μου μη πονηρευεσθε
23
ασατε τω κυριω πασα η γη αναγγειλατε εξ ημερας εις ημεραν σωτηριαν αυτου
25
οτι μεγας κυριος και αινετος σφοδρα φοβερος εστιν επι παντας τους θεους
26
οτι παντες οι θεοι των εθνων ειδωλα και ο θεος ημων ουρανον εποιησεν
27
δοξα και επαινος κατα προσωπον αυτου ισχυς και καυχημα εν τοπω αυτου
28
δοτε τω κυριω πατριαι των εθνων δοτε τω κυριω δοξαν και ισχυν
29
δοτε τω κυριω δοξαν ονοματος αυτου λαβετε δωρα και ενεγκατε κατα προσωπον αυτου και προσκυνησατε τω κυριω εν αυλαις αγιαις αυτου
30
φοβηθητω απο προσωπου αυτου πασα η γη κατορθωθητω η γη και μη σαλευθητω
31
ευφρανθητω ο ουρανος και αγαλλιασθω η γη και ειπατωσαν εν τοις εθνεσιν κυριος βασιλευων
32
βομβησει η θαλασσα συν τω πληρωματι και ξυλον αγρου και παντα τα εν αυτω
33
τοτε ευφρανθησεται τα ξυλα του δρυμου απο προσωπου κυριου οτι ηλθεν κριναι την γην
34
εξομολογεισθε τω κυριω οτι αγαθον οτι εις τον αιωνα το ελεος αυτου
35
και ειπατε σωσον ημας ο θεος της σωτηριας ημων και εξελου ημας εκ των εθνων του αινειν το ονομα το αγιον σου και καυχασθαι εν ταις αινεσεσιν σου
36
ευλογημενος κυριος ο θεος ισραηλ απο του αιωνος και εως του αιωνος και ερει πας ο λαος αμην και ηνεσαν τω κυριω
37
και κατελιπον εκει εναντι της κιβωτου διαθηκης κυριου τον ασαφ και τους αδελφους αυτου του λειτουργειν εναντιον της κιβωτου δια παντος το της ημερας εις ημεραν
38
και αβδεδομ και οι αδελφοι αυτου εξηκοντα και οκτω και αβδεδομ υιος ιδιθων και οσσα εις πυλωρους
39
και τον σαδωκ τον ιερεα και τους αδελφους αυτου τους ιερεις εναντιον σκηνης κυριου εν βαμα τη εν γαβαων
40
του αναφερειν ολοκαυτωματα τω κυριω επι του θυσιαστηριου των ολοκαυτωματων δια παντος το πρωι και το εσπερας και κατα παντα τα γεγραμμενα εν νομω κυριου οσα ενετειλατο εφ' υιοις ισραηλ εν χειρι μωυση του θεραποντος του θεου
41
και μετ' αυτου αιμαν και ιδιθων και οι λοιποι εκλεγεντες επ' ονοματος του αινειν τον κυριον οτι εις τον αιωνα το ελεος αυτου
42
και μετ' αυτων σαλπιγγες και κυμβαλα του αναφωνειν και οργανα των ωδων του θεου υιοι ιδιθων εις την πυλην
43
και επορευθη απας ο λαος εκαστος εις τον οικον αυτου και επεστρεψεν δαυιδ του ευλογησαι τον οικον αυτου