1
και εγενετο ως κατωκησεν δαυιδ εν οικω αυτου και ειπεν δαυιδ προς ναθαν τον προφητην ιδου εγω κατοικω εν οικω κεδρινω και η κιβωτος διαθηκης κυριου υποκατω δερρεων
2
και ειπεν ναθαν προς δαυιδ παν το εν τη ψυχη σου ποιει οτι ο θεος μετα σου
3
και εγενετο εν τη νυκτι εκεινη και εγενετο λογος κυριου προς ναθαν λεγων
4
πορευου και ειπον προς δαυιδ τον παιδα μου ουτως ειπεν κυριος ου συ οικοδομησεις μοι οικον του κατοικησαι με εν αυτω
5
οτι ου κατωκησα εν οικω απο της ημερας ης ανηγαγον τον ισραηλ εως της ημερας ταυτης και ημην εν σκηνη και εν καταλυματι
6
εν πασιν οις διηλθον εν παντι ισραηλ ει λαλων ελαλησα προς μιαν φυλην ισραηλ του ποιμαινειν τον λαον μου λεγων οτι ουκ ωκοδομηκατε μοι οικον κεδρινον
7
και νυν ουτως ερεις τω δουλω μου δαυιδ ταδε λεγει κυριος παντοκρατωρ ελαβον σε εκ της μανδρας εξοπισθεν των ποιμνιων του ειναι εις ηγουμενον επι τον λαον μου ισραηλ
8
και ημην μετα σου εν πασιν οις επορευθης και εξωλεθρευσα παντας τους εχθρους σου απο προσωπου σου και εποιησα σοι ονομα κατα το ονομα των μεγαλων των επι της γης
9
και θησομαι τοπον τω λαω μου ισραηλ και καταφυτευσω αυτον και κατασκηνωσει καθ' εαυτον και ου μεριμνησει ετι και ου προσθησει αδικια του ταπεινωσαι αυτον καθως απ' αρχης
10
και αφ' ημερων ων εταξα κριτας επι τον λαον μου ισραηλ και εταπεινωσα απαντας τους εχθρους σου και αυξησω σε και οικον οικοδομησει σοι κυριος
11
και εσται οταν πληρωθωσιν αι ημεραι σου και κοιμηθηση μετα των πατερων σου και αναστησω το σπερμα σου μετα σε ος εσται εκ της κοιλιας σου και ετοιμασω την βασιλειαν αυτου
12
αυτος οικοδομησει μοι οικον και ανορθωσω τον θρονον αυτου εως αιωνος
13
εγω εσομαι αυτω εις πατερα και αυτος εσται μοι εις υιον και το ελεος μου ουκ αποστησω απ' αυτου ως απεστησα απο των οντων εμπροσθεν σου
14
και πιστωσω αυτον εν οικω μου και εν βασιλεια αυτου εως αιωνος και ο θρονος αυτου εσται ανωρθωμενος εως αιωνος
15
κατα παντας τους λογους τουτους και κατα πασαν την ορασιν ταυτην ουτως ελαλησεν ναθαν προς δαυιδ
16
και ηλθεν ο βασιλευς δαυιδ και εκαθισεν απεναντι κυριου και ειπεν τις ειμι εγω κυριε ο θεος και τις ο οικος μου οτι ηγαπησας με εως αιωνος
17
και εσμικρυνθη ταυτα ενωπιον σου ο θεος και ελαλησας επι τον οικον του παιδος σου εκ μακρων και επειδες με ως ορασις ανθρωπου και υψωσας με κυριε ο θεος
18
τι προσθησει ετι δαυιδ προς σε του δοξασαι και συ τον δουλον σου οιδας
19
και κατα την καρδιαν σου εποιησας την πασαν μεγαλωσυνην
20
κυριε ουκ εστιν ομοιος σοι και ουκ εστιν πλην σου κατα παντα οσα ηκουσαμεν εν ωσιν ημων
21
και ουκ εστιν ως ο λαος σου ισραηλ εθνος ετι επι της γης ως ωδηγησεν αυτον ο θεος του λυτρωσασθαι εαυτω λαον του θεσθαι εαυτω ονομα μεγα και επιφανες του εκβαλειν απο προσωπου λαου σου ους ελυτρωσω εξ αιγυπτου εθνη
22
και εδωκας τον λαον σου ισραηλ σεαυτω λαον εως αιωνος και συ κυριε αυτοις εις θεον
23
και νυν κυριε ο λογος σου ον ελαλησας προς τον παιδα σου και επι τον οικον αυτου πιστωθητω εως αιωνος
24
λεγοντων κυριε κυριε παντοκρατωρ θεος ισραηλ και ο οικος δαυιδ παιδος σου ανωρθωμενος εναντιον σου
25
οτι συ κυριε ηνοιξας το ους του παιδος σου του οικοδομησαι αυτω οικον δια τουτο ευρεν ο παις σου του προσευξασθαι κατα προσωπον σου
26
και νυν κυριε συ ει αυτος ο θεος και ελαλησας επι τον δουλον σου τα αγαθα ταυτα
27
και νυν ηρξω του ευλογησαι τον οικον του παιδος σου του ειναι εις τον αιωνα εναντιον σου οτι συ κυριε ευλογησας και ευλογησον εις τον αιωνα