1
και δαυιδ πρεσβυτης και πληρης ημερων και εβασιλευσεν σαλωμων τον υιον αυτου αντ' αυτου επι ισραηλ
2
και συνηγαγεν τους παντας αρχοντας ισραηλ και τους ιερεις και τους λευιτας
3
και ηριθμηθησαν οι λευιται απο τριακονταετους και επανω και εγενετο ο αριθμος αυτων κατα κεφαλην αυτων εις ανδρας τριακοντα και οκτω χιλιαδας
4
απο τουτων εργοδιωκται επι τα εργα οικου κυριου εικοσι τεσσαρες χιλιαδες και γραμματεις και κριται εξακισχιλιοι
5
και τεσσαρες χιλιαδες πυλωροι και τεσσαρες χιλιαδες αινουντες τω κυριω εν τοις οργανοις οις εποιησεν του αινειν τω κυριω
6
και διειλεν αυτους δαυιδ εφημεριας τοις υιοις λευι τω γεδσων κααθ μεραρι
7
και τω παροσωμ τω εδαν και τω σεμει
8
υιοι τω εδαν ο αρχων ιιηλ και ζεθομ και ιωηλ τρεις
9
υιοι σεμει σαλωμιθ και ιιηλ και αιδαν τρεις ουτοι αρχοντες των πατριων τω εδαν
10
και τοις υιοις σεμει ιεθ και ζιζα και ιωας και βερια ουτοι υιοι σεμει τεσσαρες
11
και ην ιεθ ο αρχων και ζιζα ο δευτερος και ιωας και βερια ουκ επληθυναν υιους και εγενοντο εις οικον πατριας εις επισκεψιν μιαν
12
υιοι κααθ αμβραμ ισσααρ χεβρων οζιηλ τεσσαρες
13
υιοι αμβραμ ααρων και μωυσης και διεσταλη ααρων του αγιασθηναι αγια αγιων αυτος και οι υιοι αυτου εως αιωνος του θυμιαν εναντιον του κυριου λειτουργειν και επευχεσθαι επι τω ονοματι αυτου εως αιωνος
14
και μωυσης ανθρωπος του θεου υιοι αυτου εκληθησαν εις φυλην του λευι
15
υιοι μωυση γηρσαμ και ελιεζερ
16
υιοι γηρσαμ σουβαηλ ο αρχων
17
και ησαν υιοι τω ελιεζερ ρααβια ο αρχων και ουκ ησαν τω ελιεζερ υιοι ετεροι και υιοι ρααβια ηυξηθησαν εις υψος
18
υιοι ισσααρ σαλωμωθ ο αρχων
19
υιοι χεβρων ιδουδ ο αρχων αμαδια ο δευτερος οζιηλ ο τριτος ικεμιας ο τεταρτος
20
υιοι οζιηλ μιχας ο αρχων και ισια ο δευτερος
21
υιοι μεραρι μοολι και μουσι υιοι μοολι ελεαζαρ και κις
22
και απεθανεν ελεαζαρ και ουκ ησαν αυτω υιοι αλλ' η θυγατερες και ελαβον αυτας υιοι κις αδελφοι αυτων
23
υιοι μουσι μοολι και εδερ και ιαριμωθ τρεις
24
ουτοι υιοι λευι κατ' οικους πατριων αυτων αρχοντες των πατριων αυτων κατα την επισκεψιν αυτων κατα τον αριθμον ονοματων αυτων κατα κεφαλην αυτων ποιουντες τα εργα λειτουργιας οικου κυριου απο εικοσαετους και επανω
25
οτι ειπεν δαυιδ κατεπαυσεν κυριος ο θεος ισραηλ τω λαω αυτου και κατεσκηνωσεν εν ιερουσαλημ εως αιωνος
26
και οι λευιται ουκ ησαν αιροντες την σκηνην και τα παντα σκευη αυτης εις την λειτουργιαν αυτης
27
οτι εν τοις λογοις δαυιδ τοις εσχατοις εστιν ο αριθμος υιων λευι απο εικοσαετους και επανω
28
οτι εστησεν αυτους επι χειρα ααρων του λειτουργειν εν οικω κυριου επι τας αυλας και επι τα παστοφορια και επι τον καθαρισμον των παντων αγιων και επι τα εργα λειτουργιας οικου του θεου
29
εις τους αρτους της προθεσεως εις την σεμιδαλιν της θυσιας και εις τα λαγανα τα αζυμα και εις τηγανον και εις την πεφυραμενην και εις παν μετρον
30
και του στηναι πρωι του αινειν εξομολογεισθαι τω κυριω και ουτως το εσπερας
31
και επι παντων των αναφερομενων ολοκαυτωματων τω κυριω εν τοις σαββατοις και εν ταις νεομηνιαις και εν ταις εορταις κατα αριθμον κατα την κρισιν επ' αυτοις δια παντος τω κυριω
32
και φυλαξουσιν τας φυλακας σκηνης του μαρτυριου και τας φυλακας υιων ααρων αδελφων αυτων του λειτουργειν εν οικω κυριου