1
και τοις υιοις ααρων διαιρεσεις υιοι ααρων ναδαβ και αβιουδ ελεαζαρ και ιθαμαρ
2
και απεθανεν ναδαβ και αβιουδ εναντιον του πατρος αυτων και υιοι ουκ ησαν αυτοις και ιερατευσεν ελεαζαρ και ιθαμαρ υιοι ααρων
3
και διειλεν αυτους δαυιδ και σαδωκ εκ των υιων ελεαζαρ και αχιμελεχ εκ των υιων ιθαμαρ κατα την επισκεψιν αυτων κατα την λειτουργιαν αυτων κατ' οικους πατριων αυτων
4
και ευρεθησαν υιοι ελεαζαρ πλειους εις αρχοντας των δυνατων παρα τους υιους ιθαμαρ και διειλεν αυτους τοις υιοις ελεαζαρ αρχοντας εις οικους πατριων εξ και δεκα και τοις υιοις ιθαμαρ οκτω κατ' οικους πατριων
5
και διειλεν αυτους κατα κληρους τουτους προς τουτους οτι ησαν αρχοντες των αγιων και αρχοντες κυριου εν τοις υιοις ελεαζαρ και εν τοις υιοις ιθαμαρ
6
και εγραψεν αυτους σαμαιας υιος ναθαναηλ ο γραμματευς εκ του λευι κατεναντι του βασιλεως και των αρχοντων και σαδωκ ο ιερευς και αχιμελεχ υιος αβιαθαρ και αρχοντες των πατριων των ιερεων και των λευιτων οικου πατριας εις εις τω ελεαζαρ και εις εις τω ιθαμαρ
7
και εξηλθεν ο κληρος ο πρωτος τω ιαριβ τω ιδεια ο δευτερος
8
τω χαρημ ο τριτος τω σεωριμ ο τεταρτος
9
τω μελχια ο πεμπτος τω μιαμιν ο εκτος
10
τω κως ο εβδομος τω αβια ο ογδοος
11
τω ιησου ο ενατος τω σεχενια ο δεκατος
12
τω ελιασιβ ο ενδεκατος τω ιακιμ ο δωδεκατος
13
τω οχχοφφα ο τρισκαιδεκατος τω ισβααλ ο τεσσαρεσκαιδεκατος
14
τω βελγα ο πεντεκαιδεκατος τω εμμηρ ο εκκαιδεκατος
15
τω χηζιρ ο επτακαιδεκατος τω αφεσση ο οκτωκαιδεκατος
16
τω φεταια ο εννεακαιδεκατος τω εζεκηλ ο εικοστος
17
τω ιαχιν ο εις και εικοστος τω γαμουλ ο δευτερος και εικοστος
18
τω δαλαια ο τριτος και εικοστος τω μαασαι ο τεταρτος και εικοστος
19
αυτη η επισκεψις αυτων κατα την λειτουργιαν αυτων του εισπορευεσθαι εις οικον κυριου κατα την κρισιν αυτων δια χειρος ααρων πατρος αυτων ως ενετειλατο κυριος ο θεος ισραηλ
20
και τοις υιοις λευι τοις καταλοιποις τοις υιοις αμβραμ σουβαηλ τοις υιοις σουβαηλ ιαδια
21
τω ρααβια ο αρχων ιεσιας
22
και τω ισσαρι σαλωμωθ τοις υιοις σαλωμωθ ιαθ
23
υιοι ιεδιου αμαδια ο δευτερος ιαζιηλ ο τριτος ιοκομ ο τεταρτος
24
υιοι οζιηλ μιχα υιοι μιχα σαμηρ
25
αδελφος μιχα ισια υιοι ισια ζαχαρια
26
υιοι μεραρι μοολι και μουσι υιοι οζια υιοι βοννι
27
υιοι μεραρι τω οζια υιοι αυτου ισοαμ και ζακχουρ και αβδι
28
τω μοολι ελεαζαρ και ιθαμαρ και απεθανεν ελεαζαρ και ουκ ησαν αυτω υιοι
29
τω κις υιοι του κις ιραμαηλ
30
και υιοι του μουσι μοολι και εδερ και ιαριμωθ ουτοι υιοι των λευιτων κατ' οικους πατριων αυτων
31
και ελαβον και αυτοι κληρους καθως οι αδελφοι αυτων υιοι ααρων εναντιον του βασιλεως και σαδωκ και αχιμελεχ και αρχοντων πατριων των ιερεων και των λευιτων πατριαρχαι αρααβ καθως οι αδελφοι αυτου οι νεωτεροι