1
και υιοι ισραηλ κατ' αριθμον αυτων αρχοντες των πατριων χιλιαρχοι και εκατονταρχοι και γραμματεις οι λειτουργουντες τω λαω και εις παν λογον του βασιλεως κατα διαιρεσεις εις παν λογον του εισπορευομενου και εκπορευομενου μηνα εκ μηνος εις παντας τους μηνας του ενιαυτου διαιρεσις μια εικοσι και τεσσαρες χιλιαδες
2
και επι της διαιρεσεως της πρωτης του μηνος του πρωτου ιεσβοαμ ο του ζαβδιηλ και επι της διαιρεσεως αυτου εικοσι και τεσσαρες χιλιαδες
3
απο των υιων φαρες αρχων παντων των αρχοντων της δυναμεως του μηνος του πρωτου
4
και επι της διαιρεσεως του μηνος του δευτερου δωδια ο εχωχι και επι της διαιρεσεως αυτου εικοσι και τεσσαρες χιλιαδες αρχοντες δυναμεως
5
ο τριτος τον μηνα τον τριτον βαναιας ο του ιωδαε ο ιερευς ο αρχων και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
6
αυτος βαναιας δυνατωτερος των τριακοντα και επι των τριακοντα και επι της διαιρεσεως αυτου αμιζαβαθ υιος αυτου
7
ο τεταρτος εις τον μηνα τον τεταρτον ασαηλ ο αδελφος ιωαβ και ζαβδιας ο υιος αυτου και οι αδελφοι και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
8
ο πεμπτος τω μηνι τω πεμπτω ο ηγουμενος σαμαωθ ο ιεσραε και επι της διαιρεσεως αυτου εικοσι τεσσαρες χιλιαδες
9
ο εκτος τω μηνι τω εκτω οδουιας ο του εκκης ο θεκωιτης και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
10
ο εβδομος τω μηνι τω εβδομω χελλης ο εκ φαλλους απο των υιων εφραιμ και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
11
ο ογδοος τω μηνι τω ογδοω σοβοχαι ο ισαθι τω ζαραι και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
12
ο ενατος τω μηνι τω ενατω αβιεζερ ο εξ αναθωθ εκ γης βενιαμιν και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
13
ο δεκατος τω μηνι τω δεκατω μεηρα ο εκ νετουφατ τω ζαραι και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
14
ο ενδεκατος τω μηνι τω ενδεκατω βαναιας ο εκ φαραθων των υιων εφραιμ και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
15
ο δωδεκατος εις τον μηνα τον δωδεκατον χολδαι ο νετωφατι τω γοθονιηλ και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
16
και επι των φυλων ισραηλ τω ρουβην ηγουμενος ελιεζερ ο του ζεχρι τω συμεων σαφατιας ο του μααχα
17
τω λευι ασαβιας ο του καμουηλ τω ααρων σαδωκ
18
τω ιουδα ελιαβ των αδελφων δαυιδ τω ισσαχαρ αμβρι ο του μιχαηλ
19
τω ζαβουλων σαμαιας ο του αβδιου τω νεφθαλι ιεριμωθ ο του εσριηλ
20
τω εφραιμ ωση ο του οζιου τω ημισει φυλης μανασση ιωηλ ο του φαδαια
21
τω ημισει φυλης μανασση τω εν τη γαλααδ ιαδδαι ο του ζαβδιου τοις υιοις βενιαμιν ασιηλ ο του αβεννηρ
22
τω δαν αζαραηλ ο του ιωραμ ουτοι πατριαρχαι των φυλων ισραηλ
23
και ουκ ελαβεν δαυιδ τον αριθμον αυτων απο εικοσαετους και κατω οτι κυριος ειπεν πληθυναι τον ισραηλ ως τους αστερας του ουρανου
24
και ιωαβ ο του σαρουια ηρξατο αριθμειν εν τω λαω και ου συνετελεσεν και εγενετο εν τουτοις οργη επι τον ισραηλ και ου κατεχωρισθη ο αριθμος εν βιβλιω λογων των ημερων του βασιλεως δαυιδ
25
και επι των θησαυρων του βασιλεως ασμωθ ο του ωδιηλ και επι των θησαυρων των εν αγρω και εν ταις κωμαις και εν τοις εποικιοις και εν τοις πυργοις ιωναθαν ο του οζιου
26
επι δε των γεωργουντων την γην των εργαζομενων εσδρι ο του χολουβ
27
και επι των χωριων σεμει ο εκ ραμα και επι των θησαυρων των εν τοις χωριοις του οινου ζαχρι ο του σεφνι
28
και επι των ελαιωνων και επι των συκαμινων των εν τη πεδινη βαλανας ο γεδωριτης επι δε των θησαυρων του ελαιου ιωας
29
και επι των βοων των νομαδων των εν τω ασιδων σατραις ο σαρωνιτης και επι των βοων των εν τοις αυλωσιν σωφατ ο του αδλι
30
επι δε των καμηλων ωβιλ ο ισμαηλιτης επι δε των ονων ιαδιας ο εκ μεραθων
31
και επι των προβατων ιαζιζ ο αγαριτης παντες ουτοι προσταται υπαρχοντων δαυιδ του βασιλεως
32
και ιωναθαν ο πατραδελφος δαυιδ συμβουλος ανθρωπος συνετος και γραμματευς αυτος και ιιηλ ο του αχαμανι μετα των υιων του βασιλεως
33
και αχιτοφελ συμβουλος του βασιλεως και χουσι πρωτος φιλος του βασιλεως
34
και μετα τουτον αχιτοφελ εχομενος ιωδαε ο του βαναιου και αβιαθαρ και ιωαβ αρχιστρατηγος του βασιλεως