1
και ειπεν δαυιδ ο βασιλευς παση τη εκκλησια σαλωμων ο υιος μου εις ον ηρετικεν εν αυτω κυριος νεος και απαλος και το εργον μεγα οτι ουκ ανθρωπω η οικοδομη αλλ' η κυριω θεω
2
κατα πασαν την δυναμιν ητοιμακα εις οικον θεου μου χρυσιον αργυριον χαλκον σιδηρον ξυλα λιθους σοομ και πληρωσεως και λιθους πολυτελεις και ποικιλους και παντα λιθον τιμιον και παριον πολυν
3
και ετι εν τω ευδοκησαι με εν οικω θεου μου εστιν μοι ο περιπεποιημαι χρυσιον και αργυριον και ιδου δεδωκα εις οικον θεου μου εις υψος εκτος ων ητοιμακα εις τον οικον των αγιων
4
τρισχιλια ταλαντα χρυσιου του εκ σουφιρ και επτακισχιλια ταλαντα αργυριου δοκιμου εξαλειφθηναι εν αυτοις τους τοιχους του ιερου
5
δια χειρος τεχνιτων και τις ο προθυμουμενος πληρωσαι τας χειρας αυτου σημερον κυριω
6
και προεθυμηθησαν αρχοντες των πατριων και οι αρχοντες των υιων ισραηλ και οι χιλιαρχοι και οι εκατονταρχοι και οι προσταται των εργων και οι οικονομοι του βασιλεως
7
και εδωκαν εις τα εργα οικου κυριου χρυσιου ταλαντα πεντακισχιλια και χρυσους μυριους και αργυριου ταλαντων δεκα χιλιαδας και χαλκου ταλαντα μυρια οκτακισχιλια και σιδηρου ταλαντων χιλιαδας εκατον
8
και οις ευρεθη παρ' αυτοις λιθος εδωκαν εις τας αποθηκας οικου κυριου δια χειρος ιιηλ του γηρσωνι
9
και ευφρανθη ο λαος υπερ του προθυμηθηναι οτι εν καρδια πληρει προεθυμηθησαν τω κυριω και δαυιδ ο βασιλευς ευφρανθη μεγαλως
10
και ευλογησεν ο βασιλευς δαυιδ τον κυριον ενωπιον της εκκλησιας λεγων ευλογητος ει κυριε ο θεος ισραηλ ο πατηρ ημων απο του αιωνος και εως του αιωνος
11
σοι κυριε η μεγαλωσυνη και η δυναμις και το καυχημα και η νικη και η ισχυς οτι συ παντων των εν τω ουρανω και επι της γης δεσποζεις απο προσωπου σου ταρασσεται πας βασιλευς και εθνος
12
παρα σου ο πλουτος και η δοξα συ παντων αρχεις κυριε ο αρχων πασης αρχης και εν χειρι σου ισχυς και δυναστεια και εν χειρι σου παντοκρατωρ μεγαλυναι και κατισχυσαι τα παντα
13
και νυν κυριε εξομολογουμεθα σοι και αινουμεν το ονομα της καυχησεως σου
14
και τις ειμι εγω και τις ο λαος μου οτι ισχυσαμεν προθυμηθηναι σοι κατα ταυτα οτι σα τα παντα και εκ των σων δεδωκαμεν σοι
15
οτι παροικοι εσμεν εναντιον σου και παροικουντες ως παντες οι πατερες ημων ως σκια αι ημεραι ημων επι γης και ουκ εστιν υπομονη
16
κυριε ο θεος ημων παν το πληθος τουτο ο ητοιμακα οικοδομηθηναι οικον τω ονοματι τω αγιω σου εκ χειρος σου εστιν και σοι τα παντα
17
και εγνων κυριε οτι συ ει ο εταζων καρδιας και δικαιοσυνην αγαπας εν απλοτητι καρδιας προεθυμηθην παντα ταυτα και νυν τον λαον σου τον ευρεθεντα ωδε ειδον εν ευφροσυνη προθυμηθεντα σοι
18
κυριε ο θεος αβρααμ και ισαακ και ισραηλ των πατερων ημων φυλαξον ταυτα εν διανοια καρδιας λαου σου εις τον αιωνα και κατευθυνον τας καρδιας αυτων προς σε
19
και σαλωμων τω υιω μου δος καρδιαν αγαθην ποιειν τας εντολας σου και τα μαρτυρια σου και τα προσταγματα σου και του επι τελος αγαγειν την κατασκευην του οικου σου
20
και ειπεν δαυιδ παση τη εκκλησια ευλογησατε κυριον τον θεον υμων και ευλογησεν πασα η εκκλησια κυριον τον θεον των πατερων αυτων και καμψαντες τα γονατα προσεκυνησαν τω κυριω και τω βασιλει
21
και εθυσεν δαυιδ τω κυριω θυσιας και ανηνεγκεν ολοκαυτωματα τω θεω τη επαυριον της πρωτης ημερας μοσχους χιλιους κριους χιλιους αρνας χιλιους και τας σπονδας αυτων και θυσιας εις πληθος παντι τω ισραηλ
22
και εφαγον και επιον εναντιον κυριου εν εκεινη τη ημερα μετα χαρας και εβασιλευσαν εκ δευτερου τον σαλωμων υιον δαυιδ και εχρισαν αυτον τω κυριω εις βασιλεα και σαδωκ εις ιερωσυνην
23
και εκαθισεν σαλωμων επι θρονου δαυιδ του πατρος αυτου και ευδοκηθη και επηκουσαν αυτου πας ισραηλ
24
οι αρχοντες και οι δυνασται και παντες υιοι του βασιλεως δαυιδ πατρος αυτου υπεταγησαν αυτω
25
και εμεγαλυνεν κυριος τον σαλωμων επανωθεν εναντιον παντος ισραηλ και εδωκεν αυτω δοξαν βασιλεως ο ουκ εγενετο επι παντος βασιλεως εμπροσθεν αυτου
26
και δαυιδ υιος ιεσσαι εβασιλευσεν επι ισραηλ
27
ετη τεσσαρακοντα εν χεβρων ετη επτα και εν ιερουσαλημ ετη τριακοντα τρια
28
και ετελευτησεν εν γηρει καλω πληρης ημερων πλουτω και δοξη και εβασιλευσεν σαλωμων υιος αυτου αντ' αυτου
29
οι δε λοιποι λογοι του βασιλεως δαυιδ οι προτεροι και οι υστεροι γεγραμμενοι εισιν εν λογοις σαμουηλ του βλεποντος και επι λογων ναθαν του προφητου και επι λογων γαδ του βλεποντος
30
περι πασης της βασιλειας αυτου και της δυναστειας αυτου και οι καιροι οι εγενοντο επ' αυτω και επι τον ισραηλ και επι πασας βασιλειας της γης .