1
και υιοι ιουδα φαρες αρσων και χαρμι και ωρ σουβαλ
2
και ραια υιος αυτου και σουβαλ εγεννησεν τον ιεθ και ιεθ εγεννησεν τον αχιμι και τον λααδ αυται αι γενεσεις του σαραθι
3
και ουτοι υιοι αιταμ ιεζραηλ και ραγμα και ιαβας και ονομα αδελφης αυτων εσηλεββων
4
και φανουηλ πατηρ γεδωρ και αζηρ πατηρ ωσαν ουτοι υιοι ωρ του πρωτοτοκου εφραθα πατρος βαιθλαεμ
5
και τω σαουρ πατρι θεκωε ησαν δυο γυναικες αωδα και θοαδα
6
και ετεκεν αυτω αωδα τον ωχαζαμ και τον ηφαδ και τον θαιμαν και τον ασθηραν παντες ουτοι υιοι αωδας
7
και υιοι θοαδα σαρεθ και σααρ και εθναν
8
και κως εγεννησεν τον ενωβ και τον σαβηβα και γεννησεις αδελφου ρηχαβ υιου ιαριμ
9
και ην ιγαβης ενδοξος υπερ τους αδελφους αυτου και η μητηρ εκαλεσεν το ονομα αυτου ιγαβης λεγουσα ετεκον ως γαβης
10
και επεκαλεσατο ιγαβης τον θεον ισραηλ λεγων εαν ευλογων ευλογησης με και πληθυνης τα ορια μου και η η χειρ σου μετ' εμου και ποιησεις γνωσιν του μη ταπεινωσαι με και επηγαγεν ο θεος παντα οσα ητησατο
11
και χαλεβ πατηρ ασχα εγεννησεν τον μαχιρ ουτος πατηρ ασσαθων
12
και ασσαθων εγεννησεν τον βαθρεφαν και τον φεσσηε και τον θανα πατερα πολεως ναας αδελφου εσελων του κενεζι ουτοι ανδρες ρηφα
13
και υιοι κενεζ γοθονιηλ και σαραια και υιοι γοθονιηλ αθαθ
14
και μαναθι εγεννησεν τον γοφερα και σαραια εγεννησεν τον ιωαβ πατερα αγεαδδαιρ οτι τεκτονες ησαν
15
και υιοι χαλεβ υιου ιεφοννη ηρα αλα και νοομ και υιοι αλα κενεζ
16
και υιος αυτου γεσεηλ αμηαχι και ζαφα και ζαιρα και εσεραηλ
17
και υιοι εσρι ιεθερ μωραδ και αφερ και ιαλων και εγεννησεν ιεθερ τον μαρων και τον σεμαι και τον μαρεθ πατερα εσθεμων
18
και η γυνη αυτου αυτη αδια ετεκεν τον ιαρεδ πατερα γεδωρ και τον αβερ πατερα σωχων και τον ιεκθιηλ πατερα ζανω και ουτοι υιοι γελια θυγατρος φαραω ην ελαβεν μωρηδ
19
και υιοι γυναικος της ιδουιας αδελφης ναχεμ και δαλια πατηρ κειλα και σεμειων πατηρ ιωμαν και υιοι ναημ πατρος κειλα αγαρμι και εσθεμωη μαχαθι
20
και υιοι σεμιων αμνων και ρανα υιος αναν και θιλων και υιοι ισει ζωαθ και υιοι ζωαθ
21
υιοι σηλωμ υιου ιουδα ηρ πατηρ ληχα και λααδα πατηρ μαρησα και γενεσεις οικιων εφραθ αβακ τω οικω εσοβα
22
και ιωακιμ και ανδρες χωζηβα και ιωας και σαραφ οι κατωκησαν εν μωαβ και απεστρεψεν αυτους αβεδηριν αθουκιιν
23
ουτοι κεραμεις οι κατοικουντες εν ναταιμ και γαδηρα μετα του βασιλεως εν τη βασιλεια αυτου ενισχυσαν και κατωκησαν εκει
24
υιοι συμεων ναμουηλ και ιαμιν ιαριβ ζαρε σαουλ
25
σαλεμ υιος αυτου μαβασαμ υιος αυτου μασμα υιος αυτου
26
αμουηλ υιος αυτου σαβουδ υιος αυτου ζακχουρ υιος αυτου σεμει υιος αυτου
27
και τω σεμει υιοι εκκαιδεκα και θυγατερες τρεις και τοις αδελφοις αυτων ουκ ησαν υιοι πολλοι και πασαι αι πατριαι αυτων ουκ επλεονασαν ως υιοι ιουδα
28
και κατωκησαν εν βηρσαβεε και σαμα και μωλαδα και εσηρσουαλ
29
και εν βαλαα και βοασομ και θουλαδ
30
και βαθουηλ και ερμα και σεκλαγ
31
και βαιθμαρχαβωθ και ημισυ σωσιμ και οικον βαρουμσεωριμ αυται πολεις αυτων εως βασιλεως δαυιδ
32
και επαυλεις αυτων αιταμ και ηνρεμμων και θοκκαν και αισαν πολεις πεντε
33
και πασαι αι επαυλεις αυτων κυκλω των πολεων τουτων εως βααλ αυτη η κατασχεσις αυτων και ο καταλοχισμος αυτων
34
και μοσωβαβ και ιεμολοχ και ιωσια υιος αμασια
35
και ιωηλ και ουτος υιος ισαβια υιος σαραια υιος ασιηλ
36
και ελιωηναι και ιακαβα και ιασουια και ασαια και εδιηλ και ισμαηλ και βαναια
37
και ζουζα υιος σεφει υιου αλλων υιου ιεδια υιου σαμαρι υιου σαμαιου
38
ουτοι οι διελθοντες εν ονομασιν αρχοντων εν ταις γενεσεσιν αυτων και εν οικοις πατριων αυτων επληθυνθησαν εις πληθος
39
και επορευθησαν εως του ελθειν γεραρα εως των ανατολων της γαι του ζητησαι νομας τοις κτηνεσιν αυτων
40
και ευρον νομας πιονας και αγαθας και η γη πλατεια εναντιον αυτων και ειρηνη και ησυχια οτι εκ των υιων χαμ των κατοικουντων εκει εμπροσθεν
41
και ηλθοσαν ουτοι οι γεγραμμενοι επ' ονοματος εν ημεραις εζεκιου βασιλεως ιουδα και επαταξαν τους οικους αυτων και τους μιναιους ους ευροσαν εκει και ανεθεματισαν αυτους εως της ημερας ταυτης και ωκησαν αντ' αυτων οτι νομαι τοις κτηνεσιν αυτων εκει
42
και εξ αυτων απο των υιων συμεων επορευθησαν εις ορος σηιρ ανδρες πεντακοσιοι και φαλεττια και νωαδια και ραφαια και οζιηλ υιοι ιεσι αρχοντες αυτων
43
και επαταξαν τους καταλοιπους τους καταλειφθεντας του αμαληκ και κατωκησαν εκει εως της ημερας ταυτης