1
και πας ισραηλ ο συλλοχισμος αυτων και ουτοι καταγεγραμμενοι εν βιβλιω των βασιλεων ισραηλ και ιουδα μετα των αποικισθεντων εις βαβυλωνα εν ταις ανομιαις αυτων
2
και οι κατοικουντες προτερον εν ταις κατασχεσεσιν αυτων εν ταις πολεσιν ισραηλ οι ιερεις οι λευιται και οι δεδομενοι
3
και εν ιερουσαλημ κατωκησαν απο των υιων ιουδα και απο των υιων βενιαμιν και απο των υιων εφραιμ και μανασση
4
γωθι υιος αμμιουδ υιου αμρι υιου υιων φαρες υιου ιουδα
5
και εκ των σηλωνι ασαια πρωτοτοκος αυτου και υιοι αυτου
6
εκ των υιων ζαρα ιιηλ και αδελφοι αυτων εξακοσιοι και ενενηκοντα
7
και εκ των υιων βενιαμιν σαλω υιος μοσολλαμ υιου ωδουια υιου σαναα
8
και ιβαναα υιος ιρααμ και ουτοι υιοι οζι υιου μαχιρ και μασσαλημ υιος σαφατια υιου ραγουηλ υιου βαναια
9
και αδελφοι αυτων κατα γενεσεις αυτων εννακοσιοι πεντηκοντα εξ παντες οι ανδρες αρχοντες πατριων κατ' οικους πατριων αυτων
10
και απο των ιερεων ιωδαε και ιωαριμ και ιαχιν
11
και αζαρια υιος χελκια υιου μοσολλαμ υιου σαδωκ υιου μαραιωθ υιου αχιτωβ ηγουμενος οικου του θεου
12
και αδαια υιος ιρααμ υιου πασχωρ υιου μαλχια και μαασαια υιος αδιηλ υιου ιεδιου υιου μοσολλαμ υιου μασελμωθ υιου εμμηρ
13
και αδελφοι αυτων αρχοντες οικων πατριων χιλιοι επτακοσιοι εξηκοντα ισχυροι δυναμει εις εργασιαν λειτουργιας οικου του θεου
14
και εκ των λευιτων σαμαια υιος ασωβ υιου εσρικαμ υιου ασαβια εκ των υιων μεραρι
15
και βακβακαρ και αρης και γαλαλ και μανθανιας υιος μιχα υιου ζεχρι υιου ασαφ
16
και αβδια υιος σαμια υιου γαλαλ υιου ιδιθων και βαραχια υιος οσσα υιου ηλκανα ο κατοικων εν ταις κωμαις νετωφατι
17
οι πυλωροι σαλωμ και ακουβ και ταλμαν και αιμαν και αδελφοι αυτων σαλωμ ο αρχων
18
και εως ταυτης εν τη πυλη του βασιλεως κατ' ανατολας αυται αι πυλαι των παρεμβολων υιων λευι
19
και σαλωμ υιος κωρη υιου αβιασαφ υιου κορε και οι αδελφοι αυτου εις οικον πατρος αυτου οι κοριται επι των εργων της λειτουργιας φυλασσοντες τας φυλακας της σκηνης και πατερες αυτων επι της παρεμβολης κυριου φυλασσοντες την εισοδον
20
και φινεες υιος ελεαζαρ ηγουμενος ην επ' αυτων εμπροσθεν και ουτοι μετ' αυτου
21
ζαχαριας υιος μασαλαμι πυλωρος της θυρας της σκηνης του μαρτυριου
22
παντες οι εκλεκτοι ταις πυλαις εν ταις πυλαις διακοσιοι και δεκα δυο ουτοι εν ταις αυλαις αυτων ο καταλοχισμος αυτων τουτους εστησεν δαυιδ και σαμουηλ ο βλεπων τη πιστει αυτων
23
και ουτοι και οι υιοι αυτων επι των πυλων εν οικω κυριου εν οικω της σκηνης του φυλασσειν
24
κατα τους τεσσαρας ανεμους ησαν αι πυλαι κατ' ανατολας θαλασσαν βορραν νοτον
25
και αδελφοι αυτων εν ταις αυλαις αυτων του εισπορευεσθαι κατα επτα ημερας απο καιρου εις καιρον μετα τουτων
26
οτι εν πιστει εισιν τεσσαρες δυνατοι των πυλων οι λευιται ησαν επι των παστοφοριων και επι των θησαυρων οικου του θεου
27
και περικυκλω οικου του θεου παρεμβαλουσιν οτι επ' αυτους φυλακη και ουτοι επι των κλειδων το πρωι πρωι ανοιγειν τας θυρας του ιερου
28
και εξ αυτων επι τα σκευη της λειτουργιας οτι εν αριθμω εισοισουσιν αυτα και εν αριθμω εξοισουσιν αυτα
29
και εξ αυτων καθεσταμενοι επι τα σκευη και επι παντα τα σκευη τα αγια και επι της σεμιδαλεως του οινου του ελαιου του λιβανωτου και των αρωματων
30
και απο των υιων των ιερεων ησαν μυρεψοι του μυρου και εις τα αρωματα
31
και ματταθιας εκ των λευιτων ουτος ο πρωτοτοκος τω σαλωμ τω κοριτη εν τη πιστει επι τα εργα της θυσιας του τηγανου του μεγαλου ιερεως
32
και βαναιας ο κααθιτης εκ των αδελφων αυτων επι των αρτων της προθεσεως του ετοιμασαι σαββατον κατα σαββατον
33
και ουτοι ψαλτωδοι αρχοντες των πατριων των λευιτων διατεταγμεναι εφημεριαι οτι ημερα και νυξ επ' αυτοις εν τοις εργοις
34
ουτοι αρχοντες των πατριων των λευιτων κατα γενεσεις αυτων αρχοντες ουτοι κατωκησαν εν ιερουσαλημ
35
και εν γαβαων κατωκησεν πατηρ γαβαων ιιηλ και ονομα γυναικος αυτου μοωχα
36
και υιος αυτου ο πρωτοτοκος αβαδων και σιρ και κις και βααλ και νηρ και ναδαβ
37
και γεδουρ και αδελφος και ζαχαρια και μακελλωθ
38
και μακελλωθ εγεννησεν τον σαμαα και ουτοι εν μεσω των αδελφων αυτων κατωκησαν εν ιερουσαλημ μετα των αδελφων αυτων
39
και νηρ εγεννησεν τον κις και κις εγεννησεν τον σαουλ και σαουλ εγεννησεν τον ιωναθαν και τον μελχισουε και τον αμιναδαβ και τον ισβααλ
40
και υιος ιωναθαν μαριβααλ και μαριβααλ εγεννησεν τον μιχα
41
και υιοι μιχα φαιθων και μαλαχ και θαραχ
42
και αχαζ εγεννησεν τον ιαδα και ιαδα εγεννησεν τον γαλεμεθ και τον γαζμωθ και τον ζαμβρι και ζαμβρι εγεννησεν τον μασα
43
και μασα εγεννησεν τον βαανα ραφαια υιος αυτου ελεασα υιος αυτου εσηλ υιος αυτου
44
και τω εσηλ εξ υιοι και ταυτα τα ονοματα αυτων εσδρικαμ πρωτοτοκος αυτου ισμαηλ και σαρια και αβδια και αναν ουτοι υιοι εσηλ