1
και βασιλισσα σαβα ηκουσεν το ονομα σαλωμων και το ονομα κυριου και ηλθεν πειρασαι αυτον εν αινιγμασιν
2
και ηλθεν εις ιερουσαλημ εν δυναμει βαρεια σφοδρα και καμηλοι αιρουσαι ηδυσματα και χρυσον πολυν σφοδρα και λιθον τιμιον και εισηλθεν προς σαλωμων και ελαλησεν αυτω παντα οσα ην εν τη καρδια αυτης
3
και απηγγειλεν αυτη σαλωμων παντας τους λογους αυτης ουκ ην λογος παρεωραμενος παρα του βασιλεως ον ουκ απηγγειλεν αυτη
4
και ειδεν βασιλισσα σαβα πασαν φρονησιν σαλωμων και τον οικον ον ωκοδομησεν
5
και τα βρωματα σαλωμων και την καθεδραν παιδων αυτου και την στασιν λειτουργων αυτου και τον ιματισμον αυτου και τους οινοχοους αυτου και την ολοκαυτωσιν αυτου ην ανεφερεν εν οικω κυριου και εξ εαυτης εγενετο
6
και ειπεν προς τον βασιλεα σαλωμων αληθινος ο λογος ον ηκουσα εν τη γη μου περι του λογου σου και περι της φρονησεως σου
7
και ουκ επιστευσα τοις λαλουσιν μοι εως οτου παρεγενομην και εωρακασιν οι οφθαλμοι μου και ιδου ουκ εστιν το ημισυ καθως απηγγειλαν μοι προστεθεικας αγαθα προς αυτα επι πασαν την ακοην ην ηκουσα εν τη γη μου
8
μακαριαι αι γυναικες σου μακαριοι οι παιδες σου ουτοι οι παρεστηκοτες ενωπιον σου δι' ολου οι ακουοντες πασαν την φρονησιν σου
9
γενοιτο κυριος ο θεος σου ευλογημενος ος ηθελησεν εν σοι δουναι σε επι θρονου ισραηλ δια το αγαπαν κυριον τον ισραηλ στησαι εις τον αιωνα και εθετο σε βασιλεα επ' αυτους του ποιειν κριμα εν δικαιοσυνη και εν κριμασιν αυτων
10
και εδωκεν τω σαλωμων εκατον εικοσι ταλαντα χρυσιου και ηδυσματα πολλα σφοδρα και λιθον τιμιον ουκ εληλυθει κατα τα ηδυσματα εκεινα ετι εις πληθος α εδωκεν βασιλισσα σαβα τω βασιλει σαλωμων
11
και η ναυς χιραμ η αιρουσα το χρυσιον εκ σουφιρ ηνεγκεν ξυλα απελεκητα πολλα σφοδρα και λιθον τιμιον
12
και εποιησεν ο βασιλευς τα ξυλα τα απελεκητα υποστηριγματα του οικου κυριου και του οικου του βασιλεως και ναβλας και κινυρας τοις ωδοις ουκ εληλυθει τοιαυτα ξυλα απελεκητα επι της γης ουδε ωφθησαν που εως της ημερας ταυτης
13
και ο βασιλευς σαλωμων εδωκεν τη βασιλισση σαβα παντα οσα ηθελησεν οσα ητησατο εκτος παντων ων δεδωκει αυτη δια χειρος του βασιλεως σαλωμων και απεστραφη και ηλθεν εις την γην αυτης αυτη και παντες οι παιδες αυτης
14
και ην ο σταθμος του χρυσιου του εληλυθοτος τω σαλωμων εν ενιαυτω ενι εξακοσια και εξηκοντα εξ ταλαντα χρυσιου
15
χωρις των φορων των υποτεταγμενων και των εμπορων και παντων των βασιλεων του περαν και των σατραπων της γης
16
και εποιησεν σαλωμων τριακοσια δορατα χρυσα ελατα τριακοσιοι χρυσοι επησαν επι το δορυ το εν
17
και τριακοσια οπλα χρυσα ελατα τρεις μναι χρυσιου ενησαν εις το οπλον το εν και εδωκεν αυτα εις οικον δρυμου του λιβανου
18
και εποιησεν ο βασιλευς θρονον ελεφαντινον μεγαν και περιεχρυσωσεν αυτον χρυσιω δοκιμω
19
εξ αναβαθμοι τω θρονω και προτομαι μοσχων τω θρονω εκ των οπισω αυτου και χειρες ενθεν και ενθεν επι του τοπου της καθεδρας και δυο λεοντες εστηκοτες παρα τας χειρας
20
και δωδεκα λεοντες εστωτες επι των εξ αναβαθμων ενθεν και ενθεν ου γεγονεν ουτως παση βασιλεια
21
και παντα τα σκευη του ποτου σαλωμων χρυσα και λουτηρες χρυσοι παντα τα σκευη οικου δρυμου του λιβανου χρυσιω συγκεκλεισμενα ουκ ην αργυριον οτι ουκ ην λογιζομενον εν ταις ημεραις σαλωμων
22
οτι ναυς θαρσις τω βασιλει εν τη θαλασση μετα των νηων χιραμ μια δια τριων ετων ηρχετο τω βασιλει ναυς εκ θαρσις χρυσιου και αργυριου και λιθων τορευτων και πελεκητων [22α] αυτη ην η πραγματεια της προνομης ης ανηνεγκεν ο βασιλευς σαλωμων οικοδομησαι τον οικον κυριου και τον οικον του βασιλεως και το τειχος ιερουσαλημ και την ακραν του περιφραξαι τον φραγμον της πολεως δαυιδ και την ασσουρ και την μαγδαν και την γαζερ και την βαιθωρων την ανωτερω και την ιεθερμαθ και πασας τας πολεις των αρματων και πασας τας πολεις των ιππεων και την πραγματειαν σαλωμων ην επραγματευσατο οικοδομησαι εν ιερουσαλημ και εν παση τη γη του μη καταρξαι αυτου [22β] παντα τον λαον τον υπολελειμμενον απο του χετταιου και του αμορραιου και του φερεζαιου και του χαναναιου και του ευαιου και του ιεβουσαιου και του γεργεσαιου των μη εκ των υιων ισραηλ οντων τα τεκνα αυτων τα υπολελειμμενα μετ' αυτους εν τη γη ους ουκ εδυναντο οι υιοι ισραηλ εξολεθρευσαι αυτους και ανηγαγεν αυτους σαλωμων εις φορον εως της ημερας ταυτης [22χ] και εκ των υιων ισραηλ ουκ εδωκε σαλωμων εις πραγμα οτι αυτοι ησαν ανδρες οι πολεμισται και παιδες αυτου και αρχοντες των αρματων αυτου και ιππεις αυτου
23
και εμεγαλυνθη σαλωμων υπερ παντας τους βασιλεις της γης πλουτω και φρονησει
24
και παντες βασιλεις της γης εζητουν το προσωπον σαλωμων του ακουσαι της φρονησεως αυτου ης εδωκεν κυριος εν τη καρδια αυτου
25
και αυτοι εφερον εκαστος τα δωρα αυτου σκευη χρυσα και ιματισμον στακτην και ηδυσματα και ιππους και ημιονους το κατ' ενιαυτον ενιαυτον
26
και ησαν τω σαλωμων τεσσαρες χιλιαδες θηλειαι ιπποι εις αρματα και δωδεκα χιλιαδες ιππεων και εθετο αυτας εν ταις πολεσι των αρματων και μετα του βασιλεως εν ιερουσαλημ [26α] και ην ηγουμενος παντων των βασιλεων απο του ποταμου και εως γης αλλοφυλων και εως οριων αιγυπτου
27
και εδωκεν ο βασιλευς το χρυσιον και το αργυριον εν ιερουσαλημ ως λιθους και τας κεδρους εδωκεν ως συκαμινους τας εν τη πεδινη εις πληθος
28
και η εξοδος των ιππων σαλωμων εξ αιγυπτου και εκ θεκουε εμποροι του βασιλεως ελαμβανον εκ θεκουε εν αλλαγματι
29
και ανεβαινεν η εξοδος εξ αιγυπτου αρμα αντι εκατον αργυριου και ιππος αντι πεντηκοντα αργυριου και ουτω πασιν τοις βασιλευσιν χεττιιν και βασιλευσιν συριας κατα θαλασσαν εξεπορευοντο