1
και ο βασιλευς σαλωμων ην φιλογυναιος και ησαν αυτω αρχουσαι επτακοσιαι και παλλακαι τριακοσιαι και ελαβεν γυναικας αλλοτριας και την θυγατερα φαραω μωαβιτιδας αμμανιτιδας συρας και ιδουμαιας χετταιας και αμορραιας
2
εκ των εθνων ων απειπεν κυριος τοις υιοις ισραηλ ουκ εισελευσεσθε εις αυτους και αυτοι ουκ εισελευσονται εις υμας μη εκκλινωσιν τας καρδιας υμων οπισω ειδωλων αυτων εις αυτους εκολληθη σαλωμων του αγαπησαι
4
και εγενηθη εν καιρω γηρους σαλωμων και ουκ ην η καρδια αυτου τελεια μετα κυριου θεου αυτου καθως η καρδια δαυιδ του πατρος αυτου και εξεκλιναν αι γυναικες αι αλλοτριαι την καρδιαν αυτου οπισω θεων αυτων
5
τοτε ωκοδομησεν σαλωμων υψηλον τω χαμως ειδωλω μωαβ και τω βασιλει αυτων ειδωλω υιων αμμων
6
και τη ασταρτη βδελυγματι σιδωνιων
7
και ουτως εποιησεν πασαις ταις γυναιξιν αυτου ταις αλλοτριαις εθυμιων και εθυον τοις ειδωλοις αυτων
8
και εποιησεν σαλωμων το πονηρον ενωπιον κυριου ουκ επορευθη οπισω κυριου ως δαυιδ ο πατηρ αυτου
9
και ωργισθη κυριος επι σαλωμων οτι εξεκλινεν καρδιαν αυτου απο κυριου θεου ισραηλ του οφθεντος αυτω δις
10
και εντειλαμενου αυτω υπερ του λογου τουτου το παραπαν μη πορευθηναι οπισω θεων ετερων και φυλαξασθαι ποιησαι α ενετειλατο αυτω κυριος ο θεος
11
και ειπεν κυριος προς σαλωμων ανθ' ων εγενετο ταυτα μετα σου και ουκ εφυλαξας τας εντολας μου και τα προσταγματα μου α ενετειλαμην σοι διαρρησσων διαρρηξω την βασιλειαν σου εκ χειρος σου και δωσω αυτην τω δουλω σου
12
πλην εν ταις ημεραις σου ου ποιησω αυτα δια δαυιδ τον πατερα σου εκ χειρος υιου σου λημψομαι αυτην
13
πλην ολην την βασιλειαν ου μη λαβω σκηπτρον εν δωσω τω υιω σου δια δαυιδ τον δουλον μου και δια ιερουσαλημ την πολιν ην εξελεξαμην
14
και ηγειρεν κυριος σαταν τω σαλωμων τον αδερ τον ιδουμαιον και τον εσρωμ υιον ελιαδαε τον εν ραεμμαθ αδραζαρ βασιλεα σουβα κυριον αυτου και συνηθροισθησαν επ' αυτον ανδρες και ην αρχων συστρεμματος και προκατελαβετο την δαμασεκ και ησαν σαταν τω ισραηλ πασας τας ημερας σαλωμων και αδερ ο ιδουμαιος εκ του σπερματος της βασιλειας εν ιδουμαια
15
και εγενετο εν τω εξολεθρευσαι δαυιδ τον εδωμ εν τω πορευθηναι ιωαβ αρχοντα της στρατιας θαπτειν τους τραυματιας εκοψαν παν αρσενικον εν τη ιδουμαια
16
οτι εξ μηνας ενεκαθητο εκει ιωαβ και πας ισραηλ εν τη ιδουμαια εως οτου εξωλεθρευσεν παν αρσενικον εκ της ιδουμαιας
17
και απεδρα αδερ αυτος και παντες ανδρες ιδουμαιοι των παιδων του πατρος αυτου μετ' αυτου και εισηλθον εις αιγυπτον και αδερ παιδαριον μικρον
18
και ανιστανται ανδρες εκ της πολεως μαδιαμ και ερχονται εις φαραν και λαμβανουσιν ανδρας μετ' αυτων και ερχονται προς φαραω βασιλεα αιγυπτου και εισηλθεν αδερ προς φαραω και εδωκεν αυτω οικον και αρτους διεταξεν αυτω
19
και ευρεν αδερ χαριν εναντιον φαραω σφοδρα και εδωκεν αυτω γυναικα αδελφην της γυναικος αυτου αδελφην θεκεμινας την μειζω
20
και ετεκεν αυτω η αδελφη θεκεμινας τω αδερ τον γανηβαθ υιον αυτης και εξεθρεψεν αυτον θεκεμινα εν μεσω υιων φαραω και ην γανηβαθ εν μεσω υιων φαραω
21
και αδερ ηκουσεν εν αιγυπτω οτι κεκοιμηται δαυιδ μετα των πατερων αυτου και οτι τεθνηκεν ιωαβ ο αρχων της στρατιας και ειπεν αδερ προς φαραω εξαποστειλον με και αποστρεψω εις την γην μου
22
και ειπεν φαραω τω αδερ τινι συ ελαττονη μετ' εμου και ιδου συ ζητεις απελθειν εις την γην σου και ειπεν αυτω αδερ οτι εξαποστελλων εξαποστελεις με και ανεστρεψεν αδερ εις την γην αυτου
25
αυτη η κακια ην εποιησεν αδερ και εβαρυθυμησεν εν ισραηλ και εβασιλευσεν εν γη εδωμ
26
και ιεροβοαμ υιος ναβατ ο εφραθι εκ της σαριρα υιος γυναικος χηρας δουλος σαλωμων
27
και τουτο το πραγμα ως επηρατο χειρας επι βασιλεα σαλωμων ωκοδομησεν την ακραν συνεκλεισεν τον φραγμον της πολεως δαυιδ του πατρος αυτου
28
και ο ανθρωπος ιεροβοαμ ισχυρος δυναμει και ειδεν σαλωμων το παιδαριον οτι ανηρ εργων εστιν και κατεστησεν αυτον επι τας αρσεις οικου ιωσηφ
29
και εγενηθη εν τω καιρω εκεινω και ιεροβοαμ εξηλθεν εξ ιερουσαλημ και ευρεν αυτον αχιας ο σηλωνιτης ο προφητης εν τη οδω και απεστησεν αυτον εκ της οδου και ο αχιας περιβεβλημενος ιματιω καινω και αμφοτεροι εν τω πεδιω
30
και επελαβετο αχια του ιματιου αυτου του καινου του επ' αυτω και διερρηξεν αυτο δωδεκα ρηγματα
31
και ειπεν τω ιεροβοαμ λαβε σεαυτω δεκα ρηγματα οτι ταδε λεγει κυριος ο θεος ισραηλ ιδου εγω ρησσω την βασιλειαν εκ χειρος σαλωμων και δωσω σοι δεκα σκηπτρα
32
και δυο σκηπτρα εσονται αυτω δια τον δουλον μου δαυιδ και δια ιερουσαλημ την πολιν ην εξελεξαμην εν αυτη εκ πασων φυλων ισραηλ
33
ανθ' ων κατελιπεν με και εποιησεν τη ασταρτη βδελυγματι σιδωνιων και τω χαμως και τοις ειδωλοις μωαβ και τω βασιλει αυτων προσοχθισματι υιων αμμων και ουκ επορευθη εν ταις οδοις μου του ποιησαι το ευθες ενωπιον εμου ως δαυιδ ο πατηρ αυτου
34
και ου μη λαβω ολην την βασιλειαν εκ χειρος αυτου διοτι αντιτασσομενος αντιταξομαι αυτω πασας τας ημερας της ζωης αυτου δια δαυιδ τον δουλον μου ον εξελεξαμην αυτον
35
και λημψομαι την βασιλειαν εκ χειρος του υιου αυτου και δωσω σοι τα δεκα σκηπτρα
36
τω δε υιω αυτου δωσω τα δυο σκηπτρα οπως η θεσις τω δουλω μου δαυιδ πασας τας ημερας ενωπιον εμου εν ιερουσαλημ τη πολει ην εξελεξαμην εμαυτω του θεσθαι ονομα μου εκει
37
και σε λημψομαι και βασιλευσεις εν οις επιθυμει η ψυχη σου και συ εση βασιλευς επι τον ισραηλ
38
και εσται εαν φυλαξης παντα οσα αν εντειλωμαι σοι και πορευθης εν ταις οδοις μου και ποιησης το ευθες ενωπιον εμου του φυλαξασθαι τας εντολας μου και τα προσταγματα μου καθως εποιησεν δαυιδ ο δουλος μου και εσομαι μετα σου και οικοδομησω σοι οικον πιστον καθως ωκοδομησα τω δαυιδ
40
και εζητησεν σαλωμων θανατωσαι τον ιεροβοαμ και ανεστη και απεδρα εις αιγυπτον προς σουσακιμ βασιλεα αιγυπτου και ην εν αιγυπτω εως ου απεθανεν σαλωμων
41
και τα λοιπα των ρηματων σαλωμων και παντα οσα εποιησεν και πασαν την φρονησιν αυτου ουκ ιδου ταυτα γεγραπται εν βιβλιω ρηματων σαλωμων
42
και αι ημεραι ας εβασιλευσεν σαλωμων εν ιερουσαλημ τεσσαρακοντα ετη
43
και εκοιμηθη σαλωμων μετα των πατερων αυτου και εθαψαν αυτον εν πολει δαυιδ του πατρος αυτου και εγενηθη ως ηκουσεν ιεροβοαμ υιος ναβατ και αυτου ετι οντος εν αιγυπτω ως εφυγεν εκ προσωπου σαλωμων και εκαθητο εν αιγυπτω κατευθυνει και ερχεται εις την πολιν αυτου εις την γην σαριρα την εν ορει εφραιμ και ο βασιλευς σαλωμων εκοιμηθη μετα των πατερων αυτου και εβασιλευσεν ροβοαμ υιος αυτου αντ' αυτου