1
και πορευεται βασιλευς ροβοαμ εις σικιμα οτι εις σικιμα ηρχοντο πας ισραηλ βασιλευσαι αυτον
3
και ελαλησεν ο λαος προς τον βασιλεα ροβοαμ λεγοντες
4
ο πατηρ σου εβαρυνεν τον κλοιον ημων και συ νυν κουφισον απο της δουλειας του πατρος σου της σκληρας και απο του κλοιου αυτου του βαρεος ου εδωκεν εφ' ημας και δουλευσομεν σοι
5
και ειπεν προς αυτους απελθετε εως ημερων τριων και αναστρεψατε προς με και απηλθον
6
και παρηγγειλεν ο βασιλευς τοις πρεσβυτεροις οι ησαν παρεστωτες ενωπιον σαλωμων του πατρος αυτου ετι ζωντος αυτου λεγων πως υμεις βουλευεσθε και αποκριθω τω λαω τουτω λογον
7
και ελαλησαν προς αυτον λεγοντες ει εν τη ημερα ταυτη εση δουλος τω λαω τουτω και δουλευσης αυτοις και λαλησης αυτοις λογους αγαθους και εσονται σοι δουλοι πασας τας ημερας
8
και εγκατελιπεν την βουλην των πρεσβυτερων α συνεβουλευσαντο αυτω και συνεβουλευσατο μετα των παιδαριων των εκτραφεντων μετ' αυτου των παρεστηκοτων προ προσωπου αυτου
9
και ειπεν αυτοις τι υμεις συμβουλευετε και τι αποκριθω τω λαω τουτω τοις λαλησασιν προς με λεγοντων κουφισον απο του κλοιου ου εδωκεν ο πατηρ σου εφ' ημας
10
και ελαλησαν προς αυτον τα παιδαρια τα εκτραφεντα μετ' αυτου οι παρεστηκοτες προ προσωπου αυτου λεγοντες ταδε λαλησεις τω λαω τουτω τοις λαλησασι προς σε λεγοντες ο πατηρ σου εβαρυνεν τον κλοιον ημων και συ νυν κουφισον αφ' ημων ταδε λαλησεις προς αυτους η μικροτης μου παχυτερα της οσφυος του πατρος μου
11
και νυν ο πατηρ μου επεσασσετο υμας κλοιω βαρει καγω προσθησω επι τον κλοιον υμων ο πατηρ μου επαιδευσεν υμας εν μαστιγξιν εγω δε παιδευσω υμας εν σκορπιοις
12
και παρεγενοντο πας ισραηλ προς τον βασιλεα ροβοαμ εν τη ημερα τη τριτη καθοτι ελαλησεν αυτοις ο βασιλευς λεγων αναστραφητε προς με τη ημερα τη τριτη
13
και απεκριθη ο βασιλευς προς τον λαον σκληρα και εγκατελιπεν ροβοαμ την βουλην των πρεσβυτερων α συνεβουλευσαντο αυτω
14
και ελαλησεν προς αυτους κατα την βουλην των παιδαριων λεγων ο πατηρ μου εβαρυνεν τον κλοιον υμων καγω προσθησω επι τον κλοιον υμων ο πατηρ μου επαιδευσεν υμας εν μαστιγξιν καγω παιδευσω υμας εν σκορπιοις
15
και ουκ ηκουσεν ο βασιλευς του λαου οτι ην μεταστροφη παρα κυριου οπως στηση το ρημα αυτου ο ελαλησεν εν χειρι αχια του σηλωνιτου περι ιεροβοαμ υιου ναβατ
16
και ειδον πας ισραηλ οτι ουκ ηκουσεν ο βασιλευς αυτων και απεκριθη ο λαος τω βασιλει λεγων τις ημιν μερις εν δαυιδ και ουκ εστιν ημιν κληρονομια εν υιω ιεσσαι αποτρεχε ισραηλ εις τα σκηνωματα σου νυν βοσκε τον οικον σου δαυιδ και απηλθεν ισραηλ εις τα σκηνωματα αυτου
18
και απεστειλεν ο βασιλευς τον αδωνιραμ τον επι του φορου και ελιθοβολησαν αυτον πας ισραηλ εν λιθοις και απεθανεν και ο βασιλευς ροβοαμ εφθασεν αναβηναι του φυγειν εις ιερουσαλημ
19
και ηθετησεν ισραηλ εις τον οικον δαυιδ εως της ημερας ταυτης
20
και εγενετο ως ηκουσεν πας ισραηλ οτι ανεκαμψεν ιεροβοαμ εξ αιγυπτου και απεστειλαν και εκαλεσαν αυτον εις την συναγωγην και εβασιλευσαν αυτον επι ισραηλ και ουκ ην οπισω οικου δαυιδ παρεξ σκηπτρου ιουδα και βενιαμιν μονοι
21
και ροβοαμ εισηλθεν εις ιερουσαλημ και εξεκκλησιασεν την συναγωγην ιουδα και σκηπτρον βενιαμιν εκατον και εικοσι χιλιαδες νεανιων ποιουντων πολεμον του πολεμειν προς οικον ισραηλ επιστρεψαι την βασιλειαν ροβοαμ υιω σαλωμων
22
και εγενετο λογος κυριου προς σαμαιαν ανθρωπον του θεου λεγων
23
ειπον τω ροβοαμ υιω σαλωμων βασιλει ιουδα και προς παντα οικον ιουδα και βενιαμιν και τω καταλοιπω του λαου λεγων
24
ταδε λεγει κυριος ουκ αναβησεσθε ουδε πολεμησετε μετα των αδελφων υμων υιων ισραηλ αναστρεφετω εκαστος εις τον οικον εαυτου οτι παρ' εμου γεγονεν το ρημα τουτο και ηκουσαν του λογου κυριου και κατεπαυσαν του πορευθηναι κατα το ρημα κυριου [24α] και ο βασιλευς σαλωμων κοιμαται μετα των πατερων αυτου και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν ροβοαμ υιος αυτου αντ' αυτου εν ιερουσαλημ υιος ων εκκαιδεκα ετων εν τω βασιλευειν αυτον και δωδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου νααναν θυγατηρ αναν υιου ναας βασιλεως υιων αμμων και εποιησεν το πονηρον ενωπιον κυριου και ουκ επορευθη εν οδω δαυιδ του πατρος αυτου [24β] και ην ανθρωπος εξ ορους εφραιμ δουλος τω σαλωμων και ονομα αυτω ιεροβοαμ και ονομα της μητρος αυτου σαριρα γυνη πορνη και εδωκεν αυτον σαλωμων εις αρχοντα σκυταλης επι τας αρσεις οικου ιωσηφ και ωκοδομησεν τω σαλωμων την σαριρα την εν ορει εφραιμ και ησαν αυτω αρματα τριακοσια ιππων ουτος ωκοδομησεν την ακραν εν ταις αρσεσιν οικου εφραιμ ουτος συνεκλεισεν την πολιν δαυιδ και ην επαιρομενος επι την βασιλειαν [24χ] και εζητει σαλωμων θανατωσαι αυτον και εφοβηθη και απεδρα αυτος προς σουσακιμ βασιλεα αιγυπτου και ην μετ' αυτου εως απεθανεν σαλωμων [24δ] και ηκουσεν ιεροβοαμ εν αιγυπτω οτι τεθνηκεν σαλωμων και ελαλησεν εις τα ωτα σουσακιμ βασιλεως αιγυπτου λεγων εξαποστειλον με και απελευσομαι εγω εις την γην μου και ειπεν αυτω σουσακιμ αιτησαι τι αιτημα και δωσω σοι [24ε] και σουσακιμ εδωκεν τω ιεροβοαμ την ανω αδελφην θεκεμινας την πρεσβυτεραν της γυναικος αυτου αυτω εις γυναικα αυτη ην μεγαλη εν μεσω των θυγατερων του βασιλεως και ετεκεν τω ιεροβοαμ τον αβια υιον αυτου [24φ] και ειπεν ιεροβοαμ προς σουσακιμ οντως εξαποστειλον με και απελευσομαι και εξηλθεν ιεροβοαμ εξ αιγυπτου και ηλθεν εις γην σαριρα την εν ορει εφραιμ και συναγεται εκει παν σκηπτρον εφραιμ και ωκοδομησεν ιεροβοαμ εκει χαρακα [24γ] και ηρρωστησε το παιδαριον αυτου αρρωστιαν κραταιαν σφοδρα και επορευθη ιεροβοαμ επερωτησαι υπερ του παιδαριου και ειπε προς ανω την γυναικα αυτου αναστηθι και πορευου επερωτησον τον θεον υπερ του παιδαριου ει ζησεται εκ της αρρωστιας αυτου [24η] και ανθρωπος ην εν σηλω και ονομα αυτω αχια και ουτος ην υιος εξηκοντα ετων και ρημα κυριου μετ' αυτου και ειπεν ιεροβοαμ προς την γυναικα αυτου αναστηθι και λαβε εις την χειρα σου τω ανθρωπω του θεου αρτους και κολλυρια τοις τεκνοις αυτου και σταφυλην και σταμνον μελιτος [24ι] και ανεστη η γυνη και ελαβεν εις την χειρα αυτης αρτους και δυο κολλυρια και σταφυλην και σταμνον μελιτος τω αχια και ο ανθρωπος πρεσβυτερος και οι οφθαλμοι αυτου ημβλυωπουν του βλεπειν [24κ] και ανεστη εκ σαριρα και πορευεται και εγενετο εισελθουσης αυτης εις την πολιν προς αχια τον σηλωνιτην και ειπεν αχια τω παιδαριω αυτου εξελθε δη εις απαντην ανω τη γυναικι ιεροβοαμ και ερεις αυτη εισελθε και μη στης οτι ταδε λεγει κυριος σκληρα εγω επαποστελω επι σε [24λ] και εισηλθεν ανω προς τον ανθρωπον του θεου και ειπεν αυτη αχια ινα τι μοι ενηνοχας αρτους και σταφυλην και κολλυρια και σταμνον μελιτος ταδε λεγει κυριος ιδου συ απελευση απ' εμου και εσται εισελθουσης σου την πυλην εις σαριρα και τα κορασια σου εξελευσονται σοι εις συναντησιν και ερουσιν σοι το παιδαριον τεθνηκεν [24μ] οτι ταδε λεγει κυριος ιδου εγω εξολεθρευσω του ιεροβοαμ ουρουντα προς τοιχον και εσονται οι τεθνηκοτες του ιεροβοαμ εν τη πολει καταφαγονται οι κυνες και τον τεθνηκοτα εν τω αγρω καταφαγεται τα πετεινα του ουρανου και το παιδαριον κοψονται ουαι κυριε οτι ευρεθη εν αυτω ρημα καλον περι του κυριου [24ν] και απηλθεν η γυνη ως ηκουσεν και εγενετο ως εισηλθεν εις την σαριρα και το παιδαριον απεθανεν και εξηλθεν η κραυγη εις απαντην [24ο] και επορευθη ιεροβοαμ εις σικιμα την εν ορει εφραιμ και συνηθροισεν εκει τας φυλας του ισραηλ και ανεβη εκει ροβοαμ υιος σαλωμων και λογος κυριου εγενετο προς σαμαιαν τον ελαμι λεγων λαβε σεαυτω ιματιον καινον το ουκ εισεληλυθος εις υδωρ και ρηξον αυτο δωδεκα ρηγματα και δωσεις τω ιεροβοαμ και ερεις αυτω ταδε λεγει κυριος λαβε σεαυτω δεκα ρηγματα του περιβαλεσθαι σε και ελαβεν ιεροβοαμ και ειπεν σαμαιας ταδε λεγει κυριος επι τας δεκα φυλας του ισραηλ [24π] και ειπεν ο λαος προς ροβοαμ υιον σαλωμων ο πατηρ σου εβαρυνεν τον κλοιον αυτου εφ' ημας και εβαρυνεν τα βρωματα της τραπεζης αυτου και νυν ει κουφιεις συ εφ' ημας και δουλευσομεν σοι και ειπεν ροβοαμ προς τον λαον ετι τριων ημερων και αποκριθησομαι υμιν ρημα [24θ] και ειπεν ροβοαμ εισαγαγετε μοι τους πρεσβυτερους και συμβουλευσομαι μετ' αυτων τι αποκριθω τω λαω ρημα εν τη ημερα τη τριτη και ελαλησεν ροβοαμ εις τα ωτα αυτων καθως απεστειλεν ο λαος προς αυτον και ειπον οι πρεσβυτεροι του λαου ουτως ελαλησεν προς σε ο λαος [24ρ] και διεσκεδασεν ροβοαμ την βουλην αυτων και ουκ ηρεσεν ενωπιον αυτου και απεστειλεν και εισηγαγεν τους συντροφους αυτου και ελαλησεν αυτοις τα αυτα και ταυτα απεστειλεν προς με λεγων ο λαος και ειπαν οι συντροφοι αυτου ουτως λαλησεις προς τον λαον λεγων η μικροτης μου παχυτερα υπερ την οσφυν του πατρος μου ο πατηρ μου εμαστιγου υμας μαστιγξιν εγω δε καταρξω υμων εν σκορπιοις [24ς] και ηρεσεν το ρημα ενωπιον ροβοαμ και απεκριθη τω λαω καθως συνεβουλευσαν αυτω οι συντροφοι αυτου τα παιδαρια [24τ] και ειπεν πας ο λαος ως ανηρ εις εκαστος τω πλησιον αυτου και ανεκραξαν απαντες λεγοντες ου μερις ημιν εν δαυιδ ουδε κληρονομια εν υιω ιεσσαι εις τα σκηνωματα σου ισραηλ οτι ουτος ο ανθρωπος ουκ εις αρχοντα ουδε εις ηγουμενον [24υ] και διεσπαρη πας ο λαος εκ σικιμων και απηλθεν εκαστος εις το σκηνωμα αυτου και κατεκρατησεν ροβοαμ και απηλθεν και ανεβη επι το αρμα αυτου και εισηλθεν εις ιερουσαλημ και πορευονται οπισω αυτου παν σκηπτρον ιουδα και παν σκηπτρον βενιαμιν [24ξ] και εγενετο ενισταμενου του ενιαυτου και συνηθροισεν ροβοαμ παντα ανδρα ιουδα και βενιαμιν και ανεβη του πολεμειν προς ιεροβοαμ εις σικιμα [24ψ] και εγενετο ρημα κυριου προς σαμαιαν ανθρωπον του θεου λεγων ειπον τω ροβοαμ βασιλει ιουδα και προς παντα οικον ιουδα και βενιαμιν και προς το καταλειμμα του λαου λεγων ταδε λεγει κυριος ουκ αναβησεσθε ουδε πολεμησετε προς τους αδελφους υμων υιους ισραηλ αναστρεφετε εκαστος εις τον οικον αυτου οτι παρ' εμου γεγονεν το ρημα τουτο [24ζ] και ηκουσαν του λογου κυριου και ανεσχον του πορευθηναι κατα το ρημα κυριου
25
και ωκοδομησεν ιεροβοαμ την σικιμα την εν ορει εφραιμ και κατωκει εν αυτη και εξηλθεν εκειθεν και ωκοδομησεν την φανουηλ
26
και ειπεν ιεροβοαμ εν τη καρδια αυτου ιδου νυν επιστρεψει η βασιλεια εις οικον δαυιδ
27
εαν αναβη ο λαος ουτος αναφερειν θυσιας εν οικω κυριου εις ιερουσαλημ και επιστραφησεται καρδια του λαου προς κυριον και κυριον αυτων προς ροβοαμ βασιλεα ιουδα και αποκτενουσιν με
28
και εβουλευσατο ο βασιλευς και επορευθη και εποιησεν δυο δαμαλεις χρυσας και ειπεν προς τον λαον ικανουσθω υμιν αναβαινειν εις ιερουσαλημ ιδου θεοι σου ισραηλ οι αναγαγοντες σε εκ γης αιγυπτου
29
και εθετο την μιαν εν βαιθηλ και την μιαν εδωκεν εν δαν
30
και εγενετο ο λογος ουτος εις αμαρτιαν και επορευετο ο λαος προ προσωπου της μιας εως δαν
31
και εποιησεν οικους εφ' υψηλων και εποιησεν ιερεις μερος τι εκ του λαου οι ουκ ησαν εκ των υιων λευι
32
και εποιησεν ιεροβοαμ εορτην εν τω μηνι τω ογδοω εν τη πεντεκαιδεκατη ημερα του μηνος κατα την εορτην την εν γη ιουδα και ανεβη επι το θυσιαστηριον ο εποιησεν εν βαιθηλ του θυειν ταις δαμαλεσιν αις εποιησεν και παρεστησεν εν βαιθηλ τους ιερεις των υψηλων ων εποιησεν
33
και ανεβη επι το θυσιαστηριον ο εποιησεν τη πεντεκαιδεκατη ημερα εν τω μηνι τω ογδοω εν τη εορτη η επλασατο απο καρδιας αυτου και εποιησεν εορτην τοις υιοις ισραηλ και ανεβη επι το θυσιαστηριον του επιθυσαι