1
και εγενετο λογος κυριου εν χειρι ιου υιου ανανι προς βαασα
2
ανθ' ων υψωσα σε απο της γης και εδωκα σε ηγουμενον επι τον λαον μου ισραηλ και επορευθης εν τη οδω ιεροβοαμ και εξημαρτες τον λαον μου τον ισραηλ του παροργισαι με εν τοις ματαιοις αυτων
3
ιδου εγω εξεγειρω οπισω βαασα και οπισθεν του οικου αυτου και δωσω τον οικον σου ως τον οικον ιεροβοαμ υιου ναβατ
4
τον τεθνηκοτα του βαασα εν τη πολει καταφαγονται αυτον οι κυνες και τον τεθνηκοτα αυτου εν τω πεδιω καταφαγονται αυτον τα πετεινα του ουρανου
5
και τα λοιπα των λογων βαασα και παντα α εποιησεν και αι δυναστειαι αυτου ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ισραηλ
6
και εκοιμηθη βαασα μετα των πατερων αυτου και θαπτεται εν θερσα και βασιλευει ηλα υιος αυτου αντ' αυτου εν τω εικοστω ετει βασιλεως ασα
7
και εν χειρι ιου υιου ανανι ελαλησεν κυριος επι βαασα και επι τον οικον αυτου πασαν την κακιαν ην εποιησεν ενωπιον κυριου του παροργισαι αυτον εν τοις εργοις των χειρων αυτου του ειναι κατα τον οικον ιεροβοαμ και υπερ του παταξαι αυτον
8
και ηλα υιος βαασα εβασιλευσεν επι ισραηλ δυο ετη εν θερσα
9
και συνεστρεψεν επ' αυτον ζαμβρι ο αρχων της ημισους της ιππου και αυτος ην εν θερσα πινων μεθυων εν τω οικω ωσα του οικονομου εν θερσα
10
και εισηλθεν ζαμβρι και επαταξεν αυτον και εθανατωσεν αυτον και εβασιλευσεν αντ' αυτου
11
και εγενηθη εν τω βασιλευσαι αυτον εν τω καθισαι αυτον επι του θρονου αυτου και επαταξεν ολον τον οικον βαασα
12
κατα το ρημα ο ελαλησεν κυριος επι τον οικον βαασα προς ιου τον προφητην
13
περι πασων των αμαρτιων βαασα και ηλα του υιου αυτου ως εξημαρτεν τον ισραηλ του παροργισαι κυριον τον θεον ισραηλ εν τοις ματαιοις αυτων
14
και τα λοιπα των λογων ηλα και παντα α εποιησεν ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ισραηλ
15
και ζαμβρι εβασιλευσεν επτα ημερας εν θερσα και η παρεμβολη ισραηλ επι γαβαθων την των αλλοφυλων
16
και ηκουσεν ο λαος εν τη παρεμβολη λεγοντων συνεστραφη ζαμβρι και επαισεν τον βασιλεα και εβασιλευσαν εν ισραηλ τον αμβρι τον ηγουμενον της στρατιας επι ισραηλ εν τη ημερα εκεινη εν τη παρεμβολη
17
και ανεβη αμβρι και πας ισραηλ μετ' αυτου εκ γαβαθων και περιεκαθισαν επι θερσα
18
και εγενηθη ως ειδεν ζαμβρι οτι προκατειλημπται αυτου η πολις και εισπορευεται εις αντρον του οικου του βασιλεως και ενεπυρισεν επ' αυτον τον οικον του βασιλεως εν πυρι και απεθανεν
19
υπερ των αμαρτιων αυτου ων εποιησεν του ποιησαι το πονηρον ενωπιον κυριου πορευθηναι εν οδω ιεροβοαμ υιου ναβατ και εν ταις αμαρτιαις αυτου ως εξημαρτεν τον ισραηλ
20
και τα λοιπα των λογων ζαμβρι και τας συναψεις αυτου ας συνηψεν ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ισραηλ
21
τοτε μεριζεται ο λαος ισραηλ ημισυ του λαου γινεται οπισω θαμνι υιου γωναθ του βασιλευσαι αυτον και το ημισυ του λαου γινεται οπισω αμβρι
22
ο λαος ο ων οπισω αμβρι υπερεκρατησεν τον λαον τον οπισω θαμνι υιου γωναθ και απεθανεν θαμνι και ιωραμ ο αδελφος αυτου εν τω καιρω εκεινω και εβασιλευσεν αμβρι μετα θαμνι
23
εν τω ετει τω τριακοστω και πρωτω του βασιλεως ασα βασιλευει αμβρι επι ισραηλ δωδεκα ετη εν θερσα βασιλευει εξ ετη
24
και εκτησατο αμβρι το ορος το σεμερων παρα σεμηρ του κυριου του ορους δυο ταλαντων αργυριου και ωκοδομησεν το ορος και επεκαλεσεν το ονομα του ορους ου ωκοδομεσεν επι τω ονοματι σεμηρ του κυριου του ορους σαεμηρων
25
και εποιησεν αμβρι το πονηρον ενωπιον κυριου και επονηρευσατο υπερ παντας τους γενομενους εμπροσθεν αυτου
26
και επορευθη εν παση οδω ιεροβοαμ υιου ναβατ και εν ταις αμαρτιαις αυτου αις εξημαρτεν τον ισραηλ του παροργισαι τον κυριον θεον ισραηλ εν τοις ματαιοις αυτων
27
και τα λοιπα των λογων αμβρι και παντα α εποιησεν και η δυναστεια αυτου ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ισραηλ
28
και εκοιμηθη αμβρι μετα των πατερων αυτου και θαπτεται εν σαμαρεια και βασιλευει αχααβ υιος αυτου αντ' αυτου [28α] και εν τω ενιαυτω τω ενδεκατω του αμβρι βασιλευει ιωσαφατ υιος ασα ετων τριακοντα και πεντε εν τη βασιλεια αυτου και εικοσι πεντε ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου γαζουβα θυγατηρ σελει [28β] και επορευθη εν τη οδω ασα του πατρος αυτου και ουκ εξεκλινεν απ' αυτης του ποιειν το ευθες ενωπιον κυριου πλην των υψηλων ουκ εξηραν εθυον εν τοις υψηλοις και εθυμιων [28χ] και α συνεθετο ιωσαφατ και πασα η δυναστεια ην εποιησεν και ους επολεμησεν ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ιουδα [28δ] και τα λοιπα των συμπλοκων ας επεθεντο εν ταις ημεραις ασα του πατρος αυτου εξηρεν απο της γης [28ε] και βασιλευς ουκ ην εν συρια νασιβ [28φ] και ο βασιλευς ιωσαφατ εποιησεν ναυν εις θαρσις πορευεσθαι εις σωφιρ επι το χρυσιον και ουκ επορευθη οτι συνετριβη η ναυς εν γασιωνγαβερ [28γ] τοτε ειπεν ο βασιλευς ισραηλ προς ιωσαφατ εξαποστελω τους παιδας σου και τα παιδαρια μου εν τη νηι και ουκ εβουλετο ιωσαφατ [28η] και εκοιμηθη ιωσαφατ μετα των πατερων αυτου και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν ιωραμ υιος αυτου αντ' αυτου
29
εν ετει δευτερω τω ιωσαφατ βασιλευει αχααβ υιος αμβρι εβασιλευσεν επι ισραηλ εν σαμαρεια εικοσι και δυο ετη
30
και εποιησεν αχααβ το πονηρον ενωπιον κυριου επονηρευσατο υπερ παντας τους εμπροσθεν αυτου
31
και ουκ ην αυτω ικανον του πορευεσθαι εν ταις αμαρτιαις ιεροβοαμ υιου ναβατ και ελαβεν γυναικα την ιεζαβελ θυγατερα ιεθεβααλ βασιλεως σιδωνιων και επορευθη και εδουλευσεν τω βααλ και προσεκυνησεν αυτω
32
και εστησεν θυσιαστηριον τω βααλ εν οικω των προσοχθισματων αυτου ον ωκοδομησεν εν σαμαρεια
33
και εποιησεν αχααβ αλσος και προσεθηκεν αχααβ του ποιησαι παροργισματα του παροργισαι την ψυχην αυτου του εξολεθρευθηναι εκακοποιησεν υπερ παντας τους βασιλεις ισραηλ τους γενομενους εμπροσθεν αυτου
34
εν ταις ημεραις αυτου ωκοδομησεν αχιηλ ο βαιθηλιτης την ιεριχω εν τω αβιρων τω πρωτοτοκω αυτου εθεμελιωσεν αυτην και τω σεγουβ τω νεωτερω αυτου επεστησεν θυρας αυτης κατα το ρημα κυριου ο ελαλησεν εν χειρι ιησου υιου ναυη