1
και ειπεν ηλιου ο προφητης ο θεσβιτης εκ θεσβων της γαλααδ προς αχααβ ζη κυριος ο θεος των δυναμεων ο θεος ισραηλ ω παρεστην ενωπιον αυτου ει εσται τα ετη ταυτα δροσος και υετος οτι ει μη δια στοματος λογου μου
2
και εγενετο ρημα κυριου προς ηλιου
3
πορευου εντευθεν κατα ανατολας και κρυβηθι εν τω χειμαρρω χορραθ του επι προσωπου του ιορδανου
4
και εσται εκ του χειμαρρου πιεσαι υδωρ και τοις κοραξιν εντελουμαι διατρεφειν σε εκει
5
και εποιησεν ηλιου κατα το ρημα κυριου και εκαθισεν εν τω χειμαρρω χορραθ επι προσωπου του ιορδανου
6
και οι κορακες εφερον αυτω αρτους το πρωι και κρεα το δειλης και εκ του χειμαρρου επινεν υδωρ
7
και εγενετο μετα ημερας και εξηρανθη ο χειμαρρους οτι ουκ εγενετο υετος επι της γης
8
και εγενετο ρημα κυριου προς ηλιου
9
αναστηθι και πορευου εις σαρεπτα της σιδωνιας ιδου εντεταλμαι εκει γυναικι χηρα του διατρεφειν σε
10
και ανεστη και επορευθη εις σαρεπτα εις τον πυλωνα της πολεως και ιδου εκει γυνη χηρα συνελεγεν ξυλα και εβοησεν οπισω αυτης ηλιου και ειπεν αυτη λαβε δη μοι ολιγον υδωρ εις αγγος και πιομαι
11
και επορευθη λαβειν και εβοησεν οπισω αυτης ηλιου και ειπεν λημψη δη μοι ψωμον αρτου εν τη χειρι σου
12
και ειπεν η γυνη ζη κυριος ο θεος σου ει εστιν μοι εγκρυφιας αλλ' η οσον δραξ αλευρου εν τη υδρια και ολιγον ελαιον εν τω καψακη και ιδου εγω συλλεγω δυο ξυλαρια και εισελευσομαι και ποιησω αυτο εμαυτη και τοις τεκνοις μου και φαγομεθα και αποθανουμεθα
13
και ειπεν προς αυτην ηλιου θαρσει εισελθε και ποιησον κατα το ρημα σου αλλα ποιησον εμοι εκειθεν εγκρυφιαν μικρον εν πρωτοις και εξοισεις μοι σαυτη δε και τοις τεκνοις σου ποιησεις επ' εσχατου
14
οτι ταδε λεγει κυριος η υδρια του αλευρου ουκ εκλειψει και ο καψακης του ελαιου ουκ ελαττονησει εως ημερας του δουναι κυριον τον υετον επι της γης
15
και επορευθη η γυνη και εποιησεν και ησθιεν αυτη και αυτος και τα τεκνα αυτης
16
και η υδρια του αλευρου ουκ εξελιπεν και ο καψακης του ελαιου ουκ ελαττονωθη κατα το ρημα κυριου ο ελαλησεν εν χειρι ηλιου
17
και εγενετο μετα ταυτα και ηρρωστησεν ο υιος της γυναικος της κυριας του οικου και ην η αρρωστια αυτου κραταια σφοδρα εως ου ουχ υπελειφθη εν αυτω πνευμα
18
και ειπεν προς ηλιου τι εμοι και σοι ανθρωπε του θεου εισηλθες προς με του αναμνησαι τας αδικιας μου και θανατωσαι τον υιον μου
19
και ειπεν ηλιου προς την γυναικα δος μοι τον υιον σου και ελαβεν αυτον εκ του κολπου αυτης και ανηνεγκεν αυτον εις το υπερωον εν ω αυτος εκαθητο εκει και εκοιμισεν αυτον επι της κλινης αυτου
20
και ανεβοησεν ηλιου και ειπεν οιμμοι κυριε ο μαρτυς της χηρας μεθ' ης εγω κατοικω μετ' αυτης συ κεκακωκας του θανατωσαι τον υιον αυτης
21
και ενεφυσησεν τω παιδαριω τρις και επεκαλεσατο τον κυριον και ειπεν κυριε ο θεος μου επιστραφητω δη η ψυχη του παιδαριου τουτου εις αυτον
22
και εγενετο ουτως και ανεβοησεν το παιδαριον
23
και κατηγαγεν αυτον απο του υπερωου εις τον οικον και εδωκεν αυτον τη μητρι αυτου και ειπεν ηλιου βλεπε ζη ο υιος σου
24
και ειπεν η γυνη προς ηλιου ιδου εγνωκα οτι ανθρωπος θεου ει συ και ρημα κυριου εν στοματι σου αληθινον