1
και ηγγισαν αι ημεραι δαυιδ αποθανειν αυτον και ενετειλατο τω σαλωμων υιω αυτου λεγων
2
εγω ειμι πορευομαι εν οδω πασης της γης και ισχυσεις και εση εις ανδρα
3
και φυλαξεις την φυλακην κυριου του θεου σου του πορευεσθαι εν ταις οδοις αυτου φυλασσειν τας εντολας αυτου και τα δικαιωματα και τα κριματα τα γεγραμμενα εν νομω μωυσεως ινα συνιης α ποιησεις κατα παντα οσα αν εντειλωμαι σοι
4
ινα στηση κυριος τον λογον αυτου ον ελαλησεν λεγων εαν φυλαξωσιν οι υιοι σου την οδον αυτων πορευεσθαι ενωπιον εμου εν αληθεια εν ολη καρδια αυτων και εν ολη ψυχη αυτων λεγων ουκ εξολεθρευθησεται σοι ανηρ επανωθεν θρονου ισραηλ
5
και γε συ εγνως οσα εποιησεν μοι ιωαβ υιος σαρουιας οσα εποιησεν τοις δυσιν αρχουσιν των δυναμεων ισραηλ τω αβεννηρ υιω νηρ και τω αμεσσαι υιω ιεθερ και απεκτεινεν αυτους και εταξεν τα αιματα πολεμου εν ειρηνη και εδωκεν αιμα αθωον εν τη ζωνη αυτου τη εν τη οσφυι αυτου και εν τω υποδηματι αυτου τω εν τω ποδι αυτου
6
και ποιησεις κατα την σοφιαν σου και ου καταξεις την πολιαν αυτου εν ειρηνη εις αδου
7
και τοις υιοις βερζελλι του γαλααδιτου ποιησεις ελεος και εσονται εν τοις εσθιουσιν την τραπεζαν σου οτι ουτως ηγγισαν μοι εν τω με αποδιδρασκειν απο προσωπου αβεσσαλωμ του αδελφου σου
8
και ιδου μετα σου σεμει υιος γηρα υιος του ιεμενι εκ βαουριμ και αυτος κατηρασατο με καταραν οδυνηραν τη ημερα η επορευομην εις παρεμβολας και αυτος κατεβη εις απαντην μου εις τον ιορδανην και ωμοσα αυτω εν κυριω λεγων ει θανατωσω σε εν ρομφαια
9
και ου μη αθωωσης αυτον οτι ανηρ σοφος ει συ και γνωση α ποιησεις αυτω και καταξεις την πολιαν αυτου εν αιματι εις αδου
10
και εκοιμηθη δαυιδ μετα των πατερων αυτου και εταφη εν πολει δαυιδ
11
και αι ημεραι ας εβασιλευσεν δαυιδ επι τον ισραηλ τεσσαρακοντα ετη εν χεβρων εβασιλευσεν ετη επτα και εν ιερουσαλημ τριακοντα τρια ετη
12
και σαλωμων εκαθισεν επι του θρονου δαυιδ του πατρος αυτου υιος ετων δωδεκα και ητοιμασθη η βασιλεια αυτου σφοδρα
13
και εισηλθεν αδωνιας υιος αγγιθ προς βηρσαβεε μητερα σαλωμων και προσεκυνησεν αυτη η δε ειπεν ειρηνη η εισοδος σου και ειπεν ειρηνη
14
λογος μοι προς σε και ειπεν αυτω λαλησον
15
και ειπεν αυτη συ οιδας οτι εμοι ην η βασιλεια και επ' εμε εθετο πας ισραηλ το προσωπον αυτου εις βασιλεα και εστραφη η βασιλεια και εγενηθη τω αδελφω μου οτι παρα κυριου εγενετο αυτω
16
και νυν αιτησιν μιαν εγω αιτουμαι παρα σου μη αποστρεψης το προσωπον σου και ειπεν αυτω βηρσαβεε λαλει
17
και ειπεν αυτη ειπον δη προς σαλωμων τον βασιλεα οτι ουκ αποστρεψει το προσωπον αυτου απο σου και δωσει μοι την αβισακ την σωμανιτιν εις γυναικα
18
και ειπεν βηρσαβεε καλως εγω λαλησω περι σου τω βασιλει
19
και εισηλθεν βηρσαβεε προς τον βασιλεα σαλωμων λαλησαι αυτω περι αδωνιου και εξανεστη ο βασιλευς εις απαντην αυτη και κατεφιλησεν αυτην και εκαθισεν επι του θρονου αυτου και ετεθη θρονος τη μητρι του βασιλεως και εκαθισεν εκ δεξιων αυτου
20
και ειπεν αυτω αιτησιν μιαν μικραν εγω αιτουμαι παρα σου μη αποστρεψης το προσωπον σου και ειπεν αυτη ο βασιλευς αιτησαι μητερ εμη οτι ουκ αποστρεψω σε
21
και ειπεν δοθητω δε αβισακ η σωμανιτις τω αδωνια τω αδελφω σου εις γυναικα
22
και απεκριθη σαλωμων ο βασιλευς και ειπεν τη μητρι αυτου και ινα τι συ ητησαι την αβισακ τω αδωνια και αιτησαι αυτω την βασιλειαν οτι ουτος αδελφος μου ο μεγας υπερ εμε και αυτω αβιαθαρ ο ιερευς και αυτω ιωαβ ο υιος σαρουιας ο αρχιστρατηγος εταιρος
23
και ωμοσεν ο βασιλευς σαλωμων κατα του κυριου λεγων ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη οτι κατα της ψυχης αυτου ελαλησεν αδωνιας τον λογον τουτον
24
και νυν ζη κυριος ος ητοιμασεν με και εθετο με επι τον θρονον δαυιδ του πατρος μου και αυτος εποιησεν μοι οικον καθως ελαλησεν κυριος οτι σημερον θανατωθησεται αδωνιας
25
και εξαπεστειλεν σαλωμων ο βασιλευς εν χειρι βαναιου υιου ιωδαε και ανειλεν αυτον και απεθανεν αδωνιας εν τη ημερα εκεινη
26
και τω αβιαθαρ τω ιερει ειπεν ο βασιλευς αποτρεχε συ εις αναθωθ εις αγρον σου οτι ανηρ θανατου ει συ εν τη ημερα ταυτη και ου θανατωσω σε οτι ηρας την κιβωτον της διαθηκης κυριου ενωπιον του πατρος μου και οτι εκακουχηθης εν απασιν οις εκακουχηθη ο πατηρ μου
27
και εξεβαλεν σαλωμων τον αβιαθαρ του μη ειναι ιερεα του κυριου πληρωθηναι το ρημα κυριου ο ελαλησεν επι τον οικον ηλι εν σηλωμ
28
και η ακοη ηλθεν εως ιωαβ του υιου σαρουιας οτι ιωαβ ην κεκλικως οπισω αδωνιου και οπισω σαλωμων ουκ εκλινεν και εφυγεν ιωαβ εις το σκηνωμα του κυριου και κατεσχεν των κερατων του θυσιαστηριου
29
και απηγγελη τω σαλωμων λεγοντες οτι εφυγεν ιωαβ εις την σκηνην του κυριου και ιδου κατεχει των κερατων του θυσιαστηριου και απεστειλεν σαλωμων προς ιωαβ λεγων τι γεγονεν σοι οτι πεφευγας εις το θυσιαστηριον και ειπεν ιωαβ οτι εφοβηθην απο προσωπου σου και εφυγον προς κυριον και απεστειλεν σαλωμων ο βασιλευς τον βαναιου υιον ιωδαε λεγων πορευου και ανελε αυτον και θαψον αυτον
30
και ηλθεν βαναιου υιος ιωδαε προς ιωαβ εις την σκηνην του κυριου και ειπεν αυτω ταδε λεγει ο βασιλευς εξελθε και ειπεν ιωαβ ουκ εκπορευομαι οτι ωδε αποθανουμαι και απεστρεψεν βαναιας υιος ιωδαε και ειπεν τω βασιλει λεγων ταδε λελαληκεν ιωαβ και ταδε αποκεκριται μοι
31
και ειπεν αυτω ο βασιλευς πορευου και ποιησον αυτω καθως ειρηκεν και ανελε αυτον και θαψεις αυτον και εξαρεις σημερον το αιμα ο δωρεαν εξεχεεν ιωαβ απ' εμου και απο του οικου του πατρος μου
32
και απεστρεψεν κυριος το αιμα της αδικιας αυτου εις κεφαλην αυτου ως απηντησεν τοις δυσιν ανθρωποις τοις δικαιοις και αγαθοις υπερ αυτον και απεκτεινεν αυτους εν ρομφαια και ο πατηρ μου δαυιδ ουκ εγνω το αιμα αυτων τον αβεννηρ υιον νηρ αρχιστρατηγον ισραηλ και τον αμεσσα υιον ιεθερ αρχιστρατηγον ιουδα
33
και επεστραφη τα αιματα αυτων εις κεφαλην αυτου και εις κεφαλην του σπερματος αυτου εις τον αιωνα και τω δαυιδ και τω σπερματι αυτου και τω οικω αυτου και τω θρονω αυτου γενοιτο ειρηνη εως αιωνος παρα κυριου
34
και απηντησεν βαναιου υιος ιωδαε τω ιωαβ και εθανατωσεν αυτον και εθαψεν αυτον εν τω οικω αυτου εν τη ερημω
35
και εδωκεν ο βασιλευς τον βαναιου υιον ιωδαε αντ' αυτου επι την στρατηγιαν και η βασιλεια κατωρθουτο εν ιερουσαλημ και τον σαδωκ τον ιερεα εδωκεν ο βασιλευς εις ιερεα πρωτον αντι αβιαθαρ [35α] και εδωκεν κυριος φρονησιν τω σαλωμων και σοφιαν πολλην σφοδρα και πλατος καρδιας ως η αμμος η παρα την θαλασσαν [35β] και επληθυνθη η φρονησις σαλωμων σφοδρα υπερ την φρονησιν παντων αρχαιων υιων και υπερ παντας φρονιμους αιγυπτου [35χ] και ελαβεν την θυγατερα φαραω και εισηγαγεν αυτην εις την πολιν δαυιδ εως συντελεσαι αυτον τον οικον αυτου και τον οικον κυριου εν πρωτοις και το τειχος ιερουσαλημ κυκλοθεν εν επτα ετεσιν εποιησεν και συνετελεσεν [35δ] και ην τω σαλωμων εβδομηκοντα χιλιαδες αιροντες αρσιν και ογδοηκοντα χιλιαδες λατομων εν τω ορει [35ε] και εποιησεν σαλωμων την θαλασσαν και τα υποστηριγματα και τους λουτηρας τους μεγαλους και τους στυλους και την κρηνην της αυλης και την θαλασσαν την χαλκην [35φ] και ωκοδομησεν την ακραν και τας επαλξεις αυτης και διεκοψεν την πολιν δαυιδ ουτως θυγατηρ φαραω ανεβαινεν εκ της πολεως δαυιδ εις τον οικον αυτης ον ωκοδομησεν αυτη τοτε ωκοδομησεν την ακραν [35γ] και σαλωμων ανεφερεν τρεις εν τω ενιαυτω ολοκαυτωσεις και ειρηνικας επι το θυσιαστηριον ο ωκοδομησεν τω κυριω και εθυμια ενωπιον κυριου και συνετελεσεν τον οικον [35η] και ουτοι οι αρχοντες οι καθεσταμενοι επι τα εργα του σαλωμων τρεις χιλιαδες και εξακοσιοι επισταται του λαου των ποιουντων τα εργα [35ι] και ωκοδομησεν την ασσουρ και την μαγδω και την γαζερ και την βαιθωρων την επανω και τα βααλαθ [35κ] πλην μετα το οικοδομησαι αυτον τον οικον του κυριου και το τειχος ιερουσαλημ κυκλω μετα ταυτα ωκοδομησεν τας πολεις ταυτας [35λ] και εν τω ετι δαυιδ ζην ενετειλατο τω σαλωμων λεγων ιδου μετα σου σεμει υιος γηρα υιος σπερματος του ιεμινι εκ χεβρων [35μ] ουτος κατηρασατο με καταραν οδυνηραν εν η ημερα επορευομην εις παρεμβολας [35ν] και αυτος κατεβαινεν εις απαντην μοι επι τον ιορδανην και ωμοσα αυτω κατα του κυριου λεγων ει θανατωθησεται εν ρομφαια [35ο] και νυν μη αθωωσης αυτον οτι ανηρ φρονιμος συ και γνωση α ποιησεις αυτω και καταξεις την πολιαν αυτου εν αιματι εις αδου
36
και εκαλεσεν ο βασιλευς τον σεμει και ειπεν αυτω οικοδομησον σεαυτω οικον εν ιερουσαλημ και καθου εκει και ουκ εξελευση εκειθεν ουδαμου
37
και εσται εν τη ημερα της εξοδου σου και διαβηση τον χειμαρρουν κεδρων γινωσκων γνωση οτι θανατω αποθανη το αιμα σου εσται επι την κεφαλην σου και ωρκισεν αυτον ο βασιλευς εν τη ημερα εκεινη
38
και ειπεν σεμει προς τον βασιλεα αγαθον το ρημα ο ελαλησας κυριε μου βασιλευ ουτω ποιησει ο δουλος σου και εκαθισεν σεμει εν ιερουσαλημ τρια ετη
39
και εγενηθη μετα τρια ετη και απεδρασαν δυο δουλοι του σεμει προς αγχους υιον μααχα βασιλεα γεθ και απηγγελη τω σεμει λεγοντες ιδου οι δουλοι σου εν γεθ
40
και ανεστη σεμει και επεσαξε την ονον αυτου και επορευθη εις γεθ προς αγχους του εκζητησαι τους δουλους αυτου και επορευθη σεμει και ηγαγεν τους δουλους αυτου εκ γεθ
41
και απηγγελη τω σαλωμων λεγοντες οτι επορευθη σεμει εξ ιερουσαλημ εις γεθ και απεστρεψεν τους δουλους αυτου
42
και απεστειλεν ο βασιλευς και εκαλεσεν τον σεμει και ειπεν προς αυτον ουχι ωρκισα σε κατα του κυριου και επεμαρτυραμην σοι λεγων εν η αν ημερα εξελθης εξ ιερουσαλημ και πορευθης εις δεξια η εις αριστερα γινωσκων γνωση οτι θανατω αποθανη
43
και τι οτι ουκ εφυλαξας τον ορκον κυριου και την εντολην ην ενετειλαμην κατα σου
44
και ειπεν ο βασιλευς προς σεμει συ οιδας πασαν την κακιαν σου ην εγνω η καρδια σου α εποιησας τω δαυιδ τω πατρι μου και ανταπεδωκεν κυριος την κακιαν σου εις κεφαλην σου
45
και ο βασιλευς σαλωμων ηυλογημενος και ο θρονος δαυιδ εσται ετοιμος ενωπιον κυριου εις τον αιωνα
46
και ενετειλατο ο βασιλευς σαλωμων τω βαναια υιω ιωδαε και εξηλθεν και ανειλεν αυτον και απεθανεν [46α] και ην ο βασιλευς σαλωμων φρονιμος σφοδρα και σοφος και ιουδα και ισραηλ πολλοι σφοδρα ως η αμμος η επι της θαλασσης εις πληθος εσθιοντες και πινοντες και χαιροντες [46β] και σαλωμων ην αρχων εν πασαις ταις βασιλειαις και ησαν προσφεροντες δωρα και εδουλευον τω σαλωμων πασας τας ημερας της ζωης αυτου [46χ] και σαλωμων ηρξατο διανοιγειν τα δυναστευματα του λιβανου [46δ] και αυτος ωκοδομησεν την θερμαι εν τη ερημω [46ε] και τουτο το αριστον τω σαλωμων τριακοντα κοροι σεμιδαλεως και εξηκοντα κοροι αλευρου κεκοπανισμενου δεκα μοσχοι εκλεκτοι και εικοσι βοες νομαδες και εκατον προβατα εκτος ελαφων και δορκαδων και ορνιθων εκλεκτων νομαδων [46φ] οτι ην αρχων εν παντι περαν του ποταμου απο ραφι εως γαζης εν πασιν τοις βασιλευσιν περαν του ποταμου [46γ] και ην αυτω ειρηνη εκ παντων των μερων αυτου κυκλοθεν και κατωκει ιουδα και ισραηλ πεποιθοτες εκαστος υπο την αμπελον αυτου και υπο την συκην αυτου εσθιοντες και πινοντες απο δαν και εως βηρσαβεε πασας τας ημερας σαλωμων [46η] και ουτοι οι αρχοντες του σαλωμων αζαριον υιος σαδωκ του ιερεως και ορνιου υιος ναθαν αρχων των εφεστηκοτων και εδραμ επι τον οικον αυτου και σουβα γραμματευς και βασα υιος αχιθαλαμ αναμιμνησκων και αβι υιος ιωαβ αρχιστρατηγος και αχιρε υιος εδραι επι τας αρσεις και βαναια υιος ιωδαε επι της αυλαρχιας και επι του πλινθειου και ζαχουρ υιος ναθαν ο συμβουλος [46ι] και ησαν τω σαλωμων τεσσαρακοντα χιλιαδες τοκαδες ιπποι εις αρματα και δωδεκα χιλιαδες ιππεων [46κ] και ην αρχων εν πασιν τοις βασιλευσιν απο του ποταμου και εως γης αλλοφυλων και εως οριων αιγυπτου [46λ] σαλωμων υιος δαυιδ εβασιλευσεν επι ισραηλ και ιουδα εν ιερουσαλημ