1
και εκαθισεν τρια ετη και ουκ ην πολεμος ανα μεσον συριας και ανα μεσον ισραηλ
2
και εγενηθη εν τω ενιαυτω τω τριτω και κατεβη ιωσαφατ βασιλευς ιουδα προς βασιλεα ισραηλ
3
και ειπεν βασιλευς ισραηλ προς τους παιδας αυτου ει οιδατε οτι ημιν ρεμμαθ γαλααδ και ημεις σιωπωμεν λαβειν αυτην εκ χειρος βασιλεως συριας
4
και ειπεν βασιλευς ισραηλ προς ιωσαφατ αναβηση μεθ' ημων εις ρεμμαθ γαλααδ εις πολεμον και ειπεν ιωσαφατ καθως εγω ουτως και συ καθως ο λαος μου ο λαος σου καθως οι ιπποι μου οι ιπποι σου
5
και ειπεν ιωσαφατ βασιλευς ιουδα προς βασιλεα ισραηλ επερωτησατε δη σημερον τον κυριον
6
και συνηθροισεν ο βασιλευς ισραηλ παντας τους προφητας ως τετρακοσιους ανδρας και ειπεν αυτοις ο βασιλευς ει πορευθω εις ρεμμαθ γαλααδ εις πολεμον η επισχω και ειπαν αναβαινε και διδους δωσει κυριος εις χειρας του βασιλεως
7
και ειπεν ιωσαφατ προς βασιλεα ισραηλ ουκ εστιν ωδε προφητης του κυριου και επερωτησομεν τον κυριον δι' αυτου
8
και ειπεν ο βασιλευς ισραηλ προς ιωσαφατ ετι εστιν ανηρ εις του επερωτησαι τον κυριον δι' αυτου και εγω μεμισηκα αυτον οτι ου λαλει περι εμου καλα αλλ' η κακα μιχαιας υιος ιεμλα και ειπεν ιωσαφατ βασιλευς ιουδα μη λεγετω ο βασιλευς ουτως
9
και εκαλεσεν ο βασιλευς ισραηλ ευνουχον ενα και ειπεν ταχος μιχαιαν υιον ιεμλα
10
και ο βασιλευς ισραηλ και ιωσαφατ βασιλευς ιουδα εκαθηντο ανηρ επι του θρονου αυτου ενοπλοι εν ταις πυλαις σαμαρειας και παντες οι προφηται επροφητευον ενωπιον αυτων
11
και εποιησεν εαυτω σεδεκιας υιος χανανα κερατα σιδηρα και ειπεν ταδε λεγει κυριος εν τουτοις κερατιεις την συριαν εως συντελεσθη
12
και παντες οι προφηται επροφητευον ουτως λεγοντες αναβαινε εις ρεμμαθ γαλααδ και ευοδωσει και δωσει κυριος εις χειρας σου και τον βασιλεα συριας
13
και ο αγγελος ο πορευθεις καλεσαι τον μιχαιαν ελαλησεν αυτω λεγων ιδου δη λαλουσιν παντες οι προφηται εν στοματι ενι καλα περι του βασιλεως γινου δη και συ εις λογους σου κατα τους λογους ενος τουτων και λαλησον καλα
14
και ειπεν μιχαιας ζη κυριος οτι α αν ειπη κυριος προς με ταυτα λαλησω
15
και ηλθεν προς τον βασιλεα και ειπεν αυτω ο βασιλευς μιχαια ει αναβω εις ρεμμαθ γαλααδ εις πολεμον η επισχω και ειπεν αναβαινε και ευοδωσει και δωσει κυριος εις χειρα του βασιλεως
16
και ειπεν αυτω ο βασιλευς ποσακις εγω ορκιζω σε οπως λαλησης προς με αληθειαν εν ονοματι κυριου
17
και ειπεν μιχαιας ουχ ουτως εωρακα παντα τον ισραηλ διεσπαρμενον εν τοις ορεσιν ως ποιμνιον ω ουκ εστιν ποιμην και ειπεν κυριος ου κυριος τουτοις αναστρεφετω εκαστος εις τον οικον αυτου εν ειρηνη
18
και ειπεν βασιλευς ισραηλ προς ιωσαφατ βασιλεα ιουδα ουκ ειπα προς σε ου προφητευει ουτος μοι καλα διοτι αλλ' η κακα
19
και ειπεν μιχαιας ουχ ουτως ουκ εγω ακουε ρημα κυριου ουχ ουτως ειδον τον κυριον θεον ισραηλ καθημενον επι θρονου αυτου και πασα η στρατια του ουρανου ειστηκει περι αυτον εκ δεξιων αυτου και εξ ευωνυμων αυτου
20
και ειπεν κυριος τις απατησει τον αχααβ βασιλεα ισραηλ και αναβησεται και πεσειται εν ρεμμαθ γαλααδ και ειπεν ουτος ουτως και ουτος ουτως
21
και εξηλθεν πνευμα και εστη ενωπιον κυριου και ειπεν εγω απατησω αυτον και ειπεν προς αυτον κυριος εν τινι
22
και ειπεν εξελευσομαι και εσομαι πνευμα ψευδες εν στοματι παντων των προφητων αυτου και ειπεν απατησεις και γε δυνησει εξελθε και ποιησον ουτως
23
και νυν ιδου εδωκεν κυριος πνευμα ψευδες εν στοματι παντων των προφητων σου τουτων και κυριος ελαλησεν επι σε κακα
24
και προσηλθεν σεδεκιου υιος χανανα και επαταξεν τον μιχαιαν επι την σιαγονα και ειπεν ποιον πνευμα κυριου το λαλησαν εν σοι
25
και ειπεν μιχαιας ιδου συ οψη εν τη ημερα εκεινη οταν εισελθης ταμιειον του ταμιειου του κρυβηναι
26
και ειπεν ο βασιλευς ισραηλ λαβετε τον μιχαιαν και αποστρεψατε αυτον προς εμηρ τον αρχοντα της πολεως και τω ιωας υιω του βασιλεως
27
ειπον θεσθαι τουτον εν φυλακη και εσθιειν αυτον αρτον θλιψεως και υδωρ θλιψεως εως του επιστρεψαι με εν ειρηνη
28
και ειπεν μιχαιας εαν επιστρεφων επιστρεψης εν ειρηνη ουκ ελαλησεν κυριος εν εμοι
29
και ανεβη βασιλευς ισραηλ και ιωσαφατ βασιλευς ιουδα μετ' αυτου εις ρεμμαθ γαλααδ
30
και ειπεν βασιλευς ισραηλ προς ιωσαφατ βασιλεα ιουδα συγκαλυψομαι και εισελευσομαι εις τον πολεμον και συ ενδυσαι τον ιματισμον μου και συνεκαλυψατο ο βασιλευς ισραηλ και εισηλθεν εις τον πολεμον
31
και βασιλευς συριας ενετειλατο τοις αρχουσι των αρματων αυτου τριακοντα και δυσιν λεγων μη πολεμειτε μικρον και μεγαν αλλ' η τον βασιλεα ισραηλ μονωτατον
32
και εγενετο ως ειδον οι αρχοντες των αρματων τον ιωσαφατ βασιλεα ιουδα και αυτοι ειπον φαινεται βασιλευς ισραηλ ουτος και εκυκλωσαν αυτον πολεμησαι και ανεκραξεν ιωσαφατ
33
και εγενετο ως ειδον οι αρχοντες των αρματων οτι ουκ εστιν βασιλευς ισραηλ ουτος και απεστρεψαν απ' αυτου
34
και ενετεινεν εις το τοξον ευστοχως και επαταξεν τον βασιλεα ισραηλ ανα μεσον του πνευμονος και ανα μεσον του θωρακος και ειπεν τω ηνιοχω αυτου επιστρεψον τας χειρας σου και εξαγαγε με εκ του πολεμου οτι τετρωμαι
35
και ετροπωθη ο πολεμος εν τη ημερα εκεινη και ο βασιλευς ην εστηκως επι του αρματος εξ εναντιας συριας απο πρωι εως εσπερας και απεχυννε το αιμα εκ της πληγης εις τον κολπον του αρματος και απεθανεν εσπερας και εξεπορευετο το αιμα της τροπης εως του κολπου του αρματος
36
και εστη ο στρατοκηρυξ δυνοντος του ηλιου λεγων εκαστος εις την εαυτου πολιν και εις την εαυτου γην
37
οτι τεθνηκεν ο βασιλευς και ηλθον εις σαμαρειαν και εθαψαν τον βασιλεα εν σαμαρεια
38
και απενιψαν το αρμα επι την κρηνην σαμαρειας και εξελειξαν αι υες και οι κυνες το αιμα και αι πορναι ελουσαντο εν τω αιματι κατα το ρημα κυριου ο ελαλησεν
39
και τα λοιπα των λογων αχααβ και παντα α εποιησεν και οικον ελεφαντινον ον ωκοδομησεν και πασας τας πολεις ας εποιησεν ουκ ιδου ταυτα γεγραπται εν βιβλιω λογων των ημερων των βασιλεων ισραηλ
40
και εκοιμηθη αχααβ μετα των πατερων αυτου και εβασιλευσεν οχοζιας υιος αυτου αντ' αυτου
41
και ιωσαφατ υιος ασα εβασιλευσεν επι ιουδα ετει τεταρτω τω αχααβ βασιλεως ισραηλ εβασιλευσεν
42
ιωσαφατ υιος τριακοντα και πεντε ετων εν τω βασιλευειν αυτον και εικοσι και πεντε ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αζουβα θυγατηρ σελει
43
και επορευθη εν παση οδω ασα του πατρος αυτου ουκ εξεκλινεν απ' αυτης του ποιησαι το ευθες εν οφθαλμοις κυριου
44
πλην των υψηλων ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις
45
και ειρηνευσεν ιωσαφατ μετα βασιλεως ισραηλ
46
και τα λοιπα των λογων ιωσαφατ και αι δυναστειαι αυτου οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ιουδα
51
και εκοιμηθη ιωσαφατ μετα των πατερων αυτου και εταφη παρα τοις πατρασιν αυτου εν πολει δαυιδ του πατρος αυτου και εβασιλευσεν ιωραμ υιος αυτου αντ' αυτου
52
και οχοζιας υιος αχααβ εβασιλευσεν επι ισραηλ εν σαμαρεια εν ετει επτακαιδεκατω ιωσαφατ βασιλει ιουδα και εβασιλευσεν εν ισραηλ ετη δυο
53
και εποιησεν το πονηρον εναντιον κυριου και επορευθη εν οδω αχααβ του πατρος αυτου και εν οδω ιεζαβελ της μητρος αυτου και εν ταις αμαρτιαις οικου ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ
54
και εδουλευσεν τοις βααλιμ και προσεκυνησεν αυτοις και παρωργισεν τον κυριον θεον ισραηλ κατα παντα τα γενομενα εμπροσθεν αυτου .