1
2
πλην ο λαος ησαν θυμιωντες επι τοις υψηλοις οτι ουκ ωκοδομηθη οικος τω ονοματι κυριου εως νυν
3
και ηγαπησεν σαλωμων τον κυριον πορευεσθαι εν τοις προσταγμασιν δαυιδ του πατρος αυτου πλην εν τοις υψηλοις εθυεν και εθυμια
4
και ανεστη και επορευθη εις γαβαων θυσαι εκει οτι αυτη υψηλοτατη και μεγαλη χιλιαν ολοκαυτωσιν ανηνεγκεν σαλωμων επι το θυσιαστηριον εν γαβαων
5
και ωφθη κυριος τω σαλωμων εν υπνω την νυκτα και ειπεν κυριος προς σαλωμων αιτησαι τι αιτημα σαυτω
6
και ειπεν σαλωμων συ εποιησας μετα του δουλου σου δαυιδ του πατρος μου ελεος μεγα καθως διηλθεν ενωπιον σου εν αληθεια και εν δικαιοσυνη και εν ευθυτητι καρδιας μετα σου και εφυλαξας αυτω το ελεος το μεγα τουτο δουναι τον υιον αυτου επι του θρονου αυτου ως η ημερα αυτη
7
και νυν κυριε ο θεος μου συ εδωκας τον δουλον σου αντι δαυιδ του πατρος μου και εγω ειμι παιδαριον μικρον και ουκ οιδα την εξοδον μου και την εισοδον μου
8
ο δε δουλος σου εν μεσω του λαου σου ον εξελεξω λαον πολυν ος ουκ αριθμηθησεται
9
και δωσεις τω δουλω σου καρδιαν ακουειν και διακρινειν τον λαον σου εν δικαιοσυνη του συνιειν ανα μεσον αγαθου και κακου οτι τις δυνησεται κρινειν τον λαον σου τον βαρυν τουτον
10
και ηρεσεν ενωπιον κυριου οτι ητησατο σαλωμων το ρημα τουτο
11
και ειπεν κυριος προς αυτον ανθ' ων ητησω παρ' εμου το ρημα τουτο και ουκ ητησω σαυτω ημερας πολλας και ουκ ητησω πλουτον ουδε ητησω ψυχας εχθρων σου αλλ' ητησω σαυτω συνεσιν του εισακουειν κριμα
12
ιδου πεποιηκα κατα το ρημα σου ιδου δεδωκα σοι καρδιαν φρονιμην και σοφην ως συ ου γεγονεν εμπροσθεν σου και μετα σε ουκ αναστησεται ομοιος σοι
13
και α ουκ ητησω δεδωκα σοι και πλουτον και δοξαν ως ου γεγονεν ανηρ ομοιος σοι εν βασιλευσιν
14
και εαν πορευθης εν τη οδω μου φυλασσειν τας εντολας μου και τα προσταγματα μου ως επορευθη δαυιδ ο πατηρ σου και πληθυνω τας ημερας σου
15
και εξυπνισθη σαλωμων και ιδου ενυπνιον και ανεστη και παραγινεται εις ιερουσαλημ και εστη κατα προσωπον του θυσιαστηριου του κατα προσωπον κιβωτου διαθηκης κυριου εν σιων και ανηγαγεν ολοκαυτωσεις και εποιησεν ειρηνικας και εποιησεν ποτον μεγαν εαυτω και πασιν τοις παισιν αυτου
16
τοτε ωφθησαν δυο γυναικες πορναι τω βασιλει και εστησαν ενωπιον αυτου
17
και ειπεν η γυνη η μια εν εμοι κυριε εγω και η γυνη αυτη οικουμεν εν οικω ενι και ετεκομεν εν τω οικω
18
και εγενηθη εν τη ημερα τη τριτη τεκουσης μου και ετεκεν και η γυνη αυτη και ημεις κατα το αυτο και ουκ εστιν ουθεις μεθ' ημων παρεξ αμφοτερων ημων εν τω οικω
19
και απεθανεν ο υιος της γυναικος ταυτης την νυκτα ως επεκοιμηθη επ' αυτον
20
και ανεστη μεσης της νυκτος και ελαβεν τον υιον μου εκ των αγκαλων μου και εκοιμισεν αυτον εν τω κολπω αυτης και τον υιον αυτης τον τεθνηκοτα εκοιμισεν εν τω κολπω μου
21
και ανεστην το πρωι θηλασαι τον υιον μου και εκεινος ην τεθνηκως και ιδου κατενοησα αυτον πρωι και ιδου ουκ ην ο υιος μου ον ετεκον
22
και ειπεν η γυνη η ετερα ουχι αλλα ο υιος μου ο ζων ο δε υιος σου ο τεθνηκως και ελαλησαν ενωπιον του βασιλεως
23
και ειπεν ο βασιλευς αυταις συ λεγεις ουτος ο υιος μου ο ζων και ο υιος ταυτης ο τεθνηκως και συ λεγεις ουχι αλλα ο υιος μου ο ζων και ο υιος σου ο τεθνηκως
24
και ειπεν ο βασιλευς λαβετε μοι μαχαιραν και προσηνεγκαν την μαχαιραν ενωπιον του βασιλεως
25
και ειπεν ο βασιλευς διελετε το παιδιον το θηλαζον το ζων εις δυο και δοτε το ημισυ αυτου ταυτη και το ημισυ αυτου ταυτη
26
και απεκριθη η γυνη ης ην ο υιος ο ζων και ειπεν προς τον βασιλεα οτι εταραχθη η μητρα αυτης επι τω υιω αυτης και ειπεν εν εμοι κυριε δοτε αυτη το παιδιον και θανατω μη θανατωσητε αυτον και αυτη ειπεν μητε εμοι μητε αυτη εστω διελετε
27
και απεκριθη ο βασιλευς και ειπεν δοτε το παιδιον τη ειπουση δοτε αυτη αυτο και θανατω μη θανατωσητε αυτον αυτη η μητηρ αυτου
28
και ηκουσαν πας ισραηλ το κριμα τουτο ο εκρινεν ο βασιλευς και εφοβηθησαν απο προσωπου του βασιλεως οτι ειδον οτι φρονησις θεου εν αυτω του ποιειν δικαιωμα