1
και εχορηγουν οι καθεσταμενοι ουτως τω βασιλει σαλωμων και παντα τα διαγγελματα επι την τραπεζαν του βασιλεως εκαστος μηνα αυτου ου παραλλασσουσιν λογον και τας κριθας και το αχυρον τοις ιπποις και τοις αρμασιν ηρον εις τον τοπον ου αν η ο βασιλευς εκαστος κατα την συνταξιν αυτου
2
και ταυτα τα δεοντα τω σαλωμων εν ημερα μια τριακοντα κοροι σεμιδαλεως και εξηκοντα κοροι αλευρου κεκοπανισμενου
3
και δεκα μοσχοι εκλεκτοι και εικοσι βοες νομαδες και εκατον προβατα εκτος ελαφων και δορκαδων και ορνιθων εκλεκτων σιτευτα
4
οτι ην αρχων περαν του ποταμου και ην αυτω ειρηνη εκ παντων των μερων κυκλοθεν
9
και εδωκεν κυριος φρονησιν τω σαλωμων και σοφιαν πολλην σφοδρα και χυμα καρδιας ως η αμμος η παρα την θαλασσαν
10
και επληθυνθη σαλωμων σφοδρα υπερ την φρονησιν παντων αρχαιων ανθρωπων και υπερ παντας φρονιμους αιγυπτου
11
και εσοφισατο υπερ παντας τους ανθρωπους και εσοφισατο υπερ γαιθαν τον εζραιτην και τον αιμαν και τον χαλκαλ και δαρδα υιους μαλ
12
και ελαλησεν σαλωμων τρισχιλιας παραβολας και ησαν ωδαι αυτου πεντακισχιλιαι
13
και ελαλησεν περι των ξυλων απο της κεδρου της εν τω λιβανω και εως της υσσωπου της εκπορευομενης δια του τοιχου και ελαλησεν περι των κτηνων και περι των πετεινων και περι των ερπετων και περι των ιχθυων
14
και παρεγινοντο παντες οι λαοι ακουσαι της σοφιας σαλωμων και ελαμβανεν δωρα παρα παντων των βασιλεων της γης οσοι ηκουον της σοφιας αυτου [14α] και ελαβεν σαλωμων την θυγατερα φαραω εαυτω εις γυναικα και εισηγαγεν αυτην εις την πολιν δαυιδ εως συντελεσαι αυτον τον οικον κυριου και τον οικον εαυτου και το τειχος ιερουσαλημ [14β] τοτε ανεβη φαραω βασιλευς αιγυπτου και προκατελαβετο την γαζερ και ενεπυρισεν αυτην και τον χανανιτην τον κατοικουντα εν μεργαβ και εδωκεν αυτας φαραω αποστολας θυγατρι αυτου γυναικι σαλωμων και σαλωμων ωκοδομησεν την γαζερ
15
και απεστειλεν χιραμ βασιλευς τυρου τους παιδας αυτου χρισαι τον σαλωμων αντι δαυιδ του πατρος αυτου οτι αγαπων ην χιραμ τον δαυιδ πασας τας ημερας
16
και απεστειλεν σαλωμων προς χιραμ λεγων
17
συ οιδας δαυιδ τον πατερα μου οτι ουκ εδυνατο οικοδομησαι οικον τω ονοματι κυριου θεου μου απο προσωπου των πολεμων των κυκλωσαντων αυτον εως του δουναι κυριον αυτους υπο τα ιχνη των ποδων αυτου
18
και νυν ανεπαυσε κυριος ο θεος μου εμοι κυκλοθεν ουκ εστιν επιβουλος και ουκ εστιν απαντημα πονηρον
19
και ιδου εγω λεγω οικοδομησαι οικον τω ονοματι κυριου θεου μου καθως ελαλησεν κυριος ο θεος προς δαυιδ τον πατερα μου λεγων ο υιος σου ον δωσω αντι σου επι τον θρονον σου ουτος οικοδομησει τον οικον τω ονοματι μου
20
και νυν εντειλαι και κοψατωσαν μοι ξυλα εκ του λιβανου και ιδου οι δουλοι μου μετα των δουλων σου και τον μισθον δουλειας σου δωσω σοι κατα παντα οσα εαν ειπης οτι συ οιδας οτι ουκ εστιν ημιν ειδως ξυλα κοπτειν καθως οι σιδωνιοι
21
και εγενηθη καθως ηκουσεν χιραμ των λογων σαλωμων εχαρη σφοδρα και ειπεν ευλογητος ο θεος σημερον ος εδωκεν τω δαυιδ υιον φρονιμον επι τον λαον τον πολυν τουτον
22
και απεστειλεν προς σαλωμων λεγων ακηκοα περι παντων ων απεσταλκας προς με εγω ποιησω παν θελημα σου ξυλα κεδρινα και πευκινα
23
οι δουλοι μου καταξουσιν αυτα εκ του λιβανου εις την θαλασσαν εγω θησομαι αυτα σχεδιας εως του τοπου ου εαν αποστειλης προς με και εκτιναξω αυτα εκει και συ αρεις και ποιησεις το θελημα μου του δουναι αρτους τω οικω μου
24
και ην χιραμ διδους τω σαλωμων κεδρους και παν θελημα αυτου
25
και σαλωμων εδωκεν τω χιραμ εικοσι χιλιαδας κορους πυρου και μαχιρ τω οικω αυτου και εικοσι χιλιαδας βεθ ελαιου κεκομμενου κατα τουτο εδιδου σαλωμων τω χιραμ κατ' ενιαυτον
26
και κυριος εδωκεν σοφιαν τω σαλωμων καθως ελαλησεν αυτω και ην ειρηνη ανα μεσον χιραμ και ανα μεσον σαλωμων και διεθεντο διαθηκην ανα μεσον εαυτων
27
και ανηνεγκεν ο βασιλευς φορον εκ παντος ισραηλ και ην ο φορος τριακοντα χιλιαδες ανδρων
28
και απεστειλεν αυτους εις τον λιβανον δεκα χιλιαδες εν τω μηνι αλλασσομενοι μηνα ησαν εν τω λιβανω και δυο μηνας εν οικω αυτων και αδωνιραμ επι του φορου
29
και ην τω σαλωμων εβδομηκοντα χιλιαδες αιροντες αρσιν και ογδοηκοντα χιλιαδες λατομων εν τω ορει
30
χωρις αρχοντων των καθεσταμενων επι των εργων των σαλωμων τρεις χιλιαδες και εξακοσιοι επισταται οι ποιουντες τα εργα
32
και ητοιμασαν τους λιθους και τα ξυλα τρια ετη