1
και εγενηθη εν τω τεσσαρακοστω και τετρακοσιοστω ετει της εξοδου υιων ισραηλ εξ αιγυπτου τω ετει τω τεταρτω εν μηνι τω δευτερω βασιλευοντος του βασιλεως σαλωμων επι ισραηλ [1α] και ενετειλατο ο βασιλευς και αιρουσιν λιθους μεγαλους τιμιους εις τον θεμελιον του οικου και λιθους απελεκητους [1β] και επελεκησαν οι υιοι σαλωμων και οι υιοι χιραμ και εβαλαν αυτους [1χ] εν τω ετει τω τεταρτω εθεμελιωσεν τον οικον κυριου εν μηνι νισω τω δευτερω μηνι [1δ] εν ενδεκατω ενιαυτω εν μηνι βααλ ουτος ο μην ο ογδοος συνετελεσθη ο οικος εις παντα λογον αυτου και εις πασαν διαταξιν αυτου
2
και ο οικος ον ωκοδομησεν ο βασιλευς σαλωμων τω κυριω τεσσαρακοντα πηχεων μηκος αυτου και εικοσι εν πηχει πλατος αυτου και πεντε και εικοσι εν πηχει το υψος αυτου
3
και το αιλαμ κατα προσωπον του ναου εικοσι εν πηχει μηκος αυτου εις το πλατος του οικου και δεκα εν πηχει το πλατος αυτου κατα προσωπον του οικου και ωκοδομησεν τον οικον και συνετελεσεν αυτον
4
και εποιησεν τω οικω θυριδας παρακυπτομενας κρυπτας
5
και εδωκεν επι τον τοιχον του οικου μελαθρα κυκλοθεν τω ναω και τω δαβιρ και εποιησεν πλευρας κυκλοθεν
6
η πλευρα η υποκατω πεντε πηχεων το πλατος αυτης και το μεσον εξ και η τριτη επτα εν πηχει το πλατος αυτης οτι διαστημα εδωκεν τω οικω κυκλοθεν εξωθεν του οικου οπως μη επιλαμβανωνται των τοιχων του οικου
7
και ο οικος εν τω οικοδομεισθαι αυτον λιθοις ακροτομοις αργοις ωκοδομηθη και σφυρα και πελεκυς και παν σκευος σιδηρουν ουκ ηκουσθη εν τω οικω εν τω οικοδομεισθαι αυτον
8
και ο πυλων της πλευρας της υποκατωθεν υπο την ωμιαν του οικου την δεξιαν και ελικτη αναβασις εις το μεσον και εκ της μεσης επι τα τριωροφα
9
και ωκοδομησεν τον οικον και συνετελεσεν αυτον και εκοιλοσταθμησεν τον οικον κεδροις
10
και ωκοδομησεν τους ενδεσμους δι' ολου του οικου πεντε εν πηχει το υψος αυτου και συνεσχεν τον ενδεσμον εν ξυλοις κεδρινοις
15
και ωκοδομησεν τους τοιχους του οικου δια ξυλων κεδρινων απο του εδαφους του οικου και εως των δοκων και εως των τοιχων εκοιλοσταθμησεν συνεχομενα ξυλοις εσωθεν και περιεσχεν το εσω του οικου εν πλευραις πευκιναις
16
και ωκοδομησεν τους εικοσι πηχεις απ' ακρου του οικου το πλευρον το εν απο του εδαφους εως των δοκων και εποιησεν εκ του δαβιρ εις το αγιον των αγιων
17
και τεσσαρακοντα πηχων ην ο ναος κατα προσωπον
19
του δαβιρ εν μεσω του οικου εσωθεν δουναι εκει την κιβωτον διαθηκης κυριου
20
εικοσι πηχεις μηκος και εικοσι πηχεις πλατος και εικοσι πηχεις το υψος αυτου και περιεσχεν αυτον χρυσιω συγκεκλεισμενω και εποιησεν θυσιαστηριον
21
κατα προσωπον του δαβιρ και περιεσχεν αυτο χρυσιω
22
και ολον τον οικον περιεσχεν χρυσιω εως συντελειας παντος του οικου
23
και εποιησεν εν τω δαβιρ δυο χερουβιν δεκα πηχεων μεγεθος εσταθμωμενον
24
και πεντε πηχεων πτερυγιον του χερουβ του ενος και πεντε πηχεων πτερυγιον αυτου το δευτερον εν πηχει δεκα απο μερους πτερυγιου αυτου εις μερος πτερυγιου αυτου
25
ουτως τω χερουβ τω δευτερω εν μετρω ενι συντελεια μια αμφοτεροις
26
και το υψος του χερουβ του ενος δεκα εν πηχει και ουτως το χερουβ το δευτερον
27
και αμφοτερα τα χερουβιν εν μεσω του οικου του εσωτατου και διεπετασεν τας πτερυγας αυτων και ηπτετο πτερυξ μια του τοιχου και πτερυξ ηπτετο του τοιχου του δευτερου και αι πτερυγες αυτων αι εν μεσω του οικου ηπτοντο πτερυξ πτερυγος
28
και περιεσχεν τα χερουβιν χρυσιω
29
και παντας τους τοιχους του οικου κυκλω εγκολαπτα εγραψεν γραφιδι χερουβιν και φοινικες τω εσωτερω και τω εξωτερω
30
και το εδαφος του οικου περιεσχεν χρυσιω του εσωτατου και του εξωτατου
31
και τω θυρωματι του δαβιρ εποιησεν θυρας ξυλων αρκευθινων και φλιας πενταπλας
32
και δυο θυρας ξυλων πευκινων και εγκολαπτα επ' αυτων εγκεκολαμμενα χερουβιν και φοινικας και πεταλα διαπεπετασμενα και περιεσχεν χρυσιω και κατεβαινεν επι τα χερουβιν και επι τους φοινικας το χρυσιον
33
και ουτως εποιησεν τω πυλωνι του ναου φλιαι ξυλων αρκευθινων στοαι τετραπλως
34
και εν αμφοτεραις ταις θυραις ξυλα πευκινα δυο πτυχαι η θυρα η μια και στροφεις αυτων και δυο πτυχαι η θυρα η δευτερα στρεφομενα
35
εγκεκολαμμενα χερουβιν και φοινικες και διαπεπετασμενα πεταλα και περιεχομενα χρυσιω καταγομενω επι την εκτυπωσιν
36
και ωκοδομησεν την αυλην την εσωτατην τρεις στιχους απελεκητων και στιχος κατειργασμενης κεδρου κυκλοθεν [36α] και ωκοδομησε καταπετασμα της αυλης του αιλαμ του οικου του κατα προσωπον του ναου