1
και εγενετο εν τω συντελεσαι σαλωμων του οικοδομησαι τον οικον κυριου και τον οικον εαυτου μετα εικοσι ετη τοτε εξεκκλησιασεν ο βασιλευς σαλωμων παντας τους πρεσβυτερους ισραηλ εν σιων του ανενεγκειν την κιβωτον διαθηκης κυριου εκ πολεως δαυιδ αυτη εστιν σιων
2
εν μηνι αθανιν
3
και ηραν οι ιερεις την κιβωτον
4
και το σκηνωμα του μαρτυριου και παντα τα σκευη τα αγια τα εν τω σκηνωματι του μαρτυριου
5
και ο βασιλευς και πας ισραηλ εμπροσθεν της κιβωτου θυοντες προβατα και βοας αναριθμητα
6
και εισφερουσιν οι ιερεις την κιβωτον εις τον τοπον αυτης εις το δαβιρ του οικου εις τα αγια των αγιων υπο τας πτερυγας των χερουβιν
7
οτι τα χερουβιν διαπεπετασμενα ταις πτερυξιν επι τον τοπον της κιβωτου και περιεκαλυπτον τα χερουβιν επι την κιβωτον και επι τα αγια αυτης επανωθεν
8
και υπερειχον τα ηγιασμενα και ενεβλεποντο αι κεφαλαι των ηγιασμενων εκ των αγιων εις προσωπον του δαβιρ και ουκ ωπτανοντο εξω
9
ουκ ην εν τη κιβωτω πλην δυο πλακες λιθιναι πλακες της διαθηκης ας εθηκεν εκει μωυσης εν χωρηβ α διεθετο κυριος μετα των υιων ισραηλ εν τω εκπορευεσθαι αυτους εκ γης αιγυπτου
10
και εγενετο ως εξηλθον οι ιερεις εκ του αγιου και η νεφελη επλησεν τον οικον
11
και ουκ ηδυναντο οι ιερεις στηναι λειτουργειν απο προσωπου της νεφελης οτι επλησεν δοξα κυριου τον οικον
14
και απεστρεψεν ο βασιλευς το προσωπον αυτου και ευλογησεν ο βασιλευς παντα ισραηλ και πασα εκκλησια ισραηλ ειστηκει
15
και ειπεν ευλογητος κυριος ο θεος ισραηλ σημερον ος ελαλησεν εν τω στοματι αυτου περι δαυιδ του πατρος μου και εν ταις χερσιν αυτου επληρωσεν λεγων
16
αφ' ης ημερας εξηγαγον τον λαον μου τον ισραηλ εξ αιγυπτου ουκ εξελεξαμην εν πολει εν ενι σκηπτρω ισραηλ του οικοδομησαι οικον του ειναι το ονομα μου εκει και εξελεξαμην εν ιερουσαλημ ειναι το ονομα μου εκει και εξελεξαμην τον δαυιδ του ειναι επι τον λαον μου τον ισραηλ
17
και εγενετο επι της καρδιας δαυιδ του πατρος μου οικοδομησαι οικον τω ονοματι κυριου θεου ισραηλ
18
και ειπεν κυριος προς δαυιδ τον πατερα μου ανθ' ων ηλθεν επι την καρδιαν σου του οικοδομησαι οικον τω ονοματι μου καλως εποιησας οτι εγενηθη επι την καρδιαν σου
19
πλην συ ουκ οικοδομησεις τον οικον αλλ' η ο υιος σου ο εξελθων εκ των πλευρων σου ουτος οικοδομησει τον οικον τω ονοματι μου
20
και ανεστησεν κυριος το ρημα αυτου ο ελαλησεν και ανεστην αντι δαυιδ του πατρος μου και εκαθισα επι του θρονου ισραηλ καθως ελαλησεν κυριος και ωκοδομησα τον οικον τω ονοματι κυριου θεου ισραηλ
21
και εθεμην εκει τοπον τη κιβωτω εν η εστιν εκει διαθηκη κυριου ην διεθετο κυριος μετα των πατερων ημων εν τω εξαγαγειν αυτον αυτους εκ γης αιγυπτου
22
και εστη σαλωμων κατα προσωπον του θυσιαστηριου κυριου ενωπιον πασης εκκλησιας ισραηλ και διεπετασεν τας χειρας αυτου εις τον ουρανον
23
και ειπεν κυριε ο θεος ισραηλ ουκ εστιν ως συ θεος εν τω ουρανω ανω και επι της γης κατω φυλασσων διαθηκην και ελεος τω δουλω σου τω πορευομενω ενωπιον σου εν ολη τη καρδια αυτου
24
α εφυλαξας τω δουλω σου δαυιδ τω πατρι μου και ελαλησας εν τω στοματι σου και εν χερσιν σου επληρωσας ως η ημερα αυτη
25
και νυν κυριε ο θεος ισραηλ φυλαξον τω δουλω σου τω δαυιδ τω πατρι μου α ελαλησας αυτω λεγων ουκ εξαρθησεται σου ανηρ εκ προσωπου μου καθημενος επι θρονου ισραηλ πλην εαν φυλαξωνται τα τεκνα σου τας οδους αυτων του πορευεσθαι ενωπιον εμου καθως επορευθης ενωπιον εμου
26
και νυν κυριε ο θεος ισραηλ πιστωθητω δη το ρημα σου τω δαυιδ τω πατρι μου
27
οτι ει αληθως κατοικησει ο θεος μετα ανθρωπων επι της γης ει ο ουρανος και ο ουρανος του ουρανου ουκ αρκεσουσιν σοι πλην και ο οικος ουτος ον ωκοδομησα τω ονοματι σου
28
και επιβλεψη επι την δεησιν μου κυριε ο θεος ισραηλ ακουειν της τερψεως ης ο δουλος σου προσευχεται ενωπιον σου προς σε σημερον
29
του ειναι οφθαλμους σου ηνεωγμενους εις τον οικον τουτον ημερας και νυκτος εις τον τοπον ον ειπας εσται το ονομα μου εκει του εισακουειν της προσευχης ης προσευχεται ο δουλος σου εις τον τοπον τουτον ημερας και νυκτος
30
και εισακουση της δεησεως του δουλου σου και του λαου σου ισραηλ α αν προσευξωνται εις τον τοπον τουτον και συ εισακουση εν τω τοπω της κατοικησεως σου εν ουρανω και ποιησεις και ιλεως εση
31
οσα αν αμαρτη εκαστος τω πλησιον αυτου και εαν λαβη επ' αυτον αραν του αρασθαι αυτον και ελθη και εξαγορευση κατα προσωπον του θυσιαστηριου σου εν τω οικω τουτω
32
και συ εισακουσει εκ του ουρανου και ποιησεις και κρινεις τον λαον σου ισραηλ ανομηθηναι ανομον δουναι την οδον αυτου εις κεφαλην αυτου και του δικαιωσαι δικαιον δουναι αυτω κατα την δικαιοσυνην αυτου
33
εν τω πταισαι τον λαον σου ισραηλ ενωπιον εχθρων οτι αμαρτησονται σοι και επιστρεψουσιν και εξομολογησονται τω ονοματι σου και προσευξονται και δεηθησονται εν τω οικω τουτω
34
και συ εισακουση εκ του ουρανου και ιλεως εση ταις αμαρτιαις του λαου σου ισραηλ και αποστρεψεις αυτους εις την γην ην εδωκας τοις πατρασιν αυτων
35
εν τω συσχεθηναι τον ουρανον και μη γενεσθαι υετον οτι αμαρτησονται σοι και προσευξονται εις τον τοπον τουτον και εξομολογησονται τω ονοματι σου και απο των αμαρτιων αυτων αποστρεψουσιν οταν ταπεινωσης αυτους
36
και εισακουση εκ του ουρανου και ιλεως εση ταις αμαρτιαις του δουλου σου και του λαου σου ισραηλ οτι δηλωσεις αυτοις την οδον την αγαθην πορευεσθαι εν αυτη και δωσεις υετον επι την γην ην εδωκας τω λαω σου εν κληρονομια
37
λιμος εαν γενηται θανατος εαν γενηται οτι εσται εμπυρισμος βρουχος ερυσιβη εαν γενηται και εαν θλιψη αυτον εχθρος αυτου εν μια των πολεων αυτου παν συναντημα παν πονον
38
πασαν προσευχην πασαν δεησιν εαν γενηται παντι ανθρωπω ως αν γνωσιν εκαστος αφην καρδιας αυτου και διαπεταση τας χειρας αυτου εις τον οικον τουτον
39
και συ εισακουση εκ του ουρανου εξ ετοιμου κατοικητηριου σου και ιλεως εση και ποιησεις και δωσεις ανδρι κατα τας οδους αυτου καθως αν γνως την καρδιαν αυτου οτι συ μονωτατος οιδας την καρδιαν παντων υιων ανθρωπων
40
οπως φοβωνται σε πασας τας ημερας ας αυτοι ζωσιν επι της γης ης εδωκας τοις πατρασιν ημων
41
και τω αλλοτριω ος ουκ εστιν απο λαου σου ουτος
42
και ηξουσιν και προσευξονται εις τον τοπον τουτον
43
και συ εισακουση εκ του ουρανου εξ ετοιμου κατοικητηριου σου και ποιησεις κατα παντα οσα αν επικαλεσηται σε ο αλλοτριος οπως γνωσιν παντες οι λαοι το ονομα σου και φοβωνται σε καθως ο λαος σου ισραηλ και γνωσιν οτι το ονομα σου επικεκληται επι τον οικον τουτον ον ωκοδομησα
44
οτι εξελευσεται ο λαος σου εις πολεμον επι τους εχθρους αυτου εν οδω η επιστρεψεις αυτους και προσευξονται εν ονοματι κυριου οδον της πολεως ης εξελεξω εν αυτη και του οικου ου ωκοδομησα τω ονοματι σου
45
και εισακουσει εκ του ουρανου της δεησεως αυτων και της προσευχης αυτων και ποιησεις το δικαιωμα αυτοις
46
οτι αμαρτησονται σοι οτι ουκ εστιν ανθρωπος ος ουχ αμαρτησεται και επαξεις επ' αυτους και παραδωσεις αυτους ενωπιον εχθρων και αιχμαλωτιουσιν αυτους οι αιχμαλωτιζοντες εις γην μακραν και εγγυς
47
και επιστρεψουσιν καρδιας αυτων εν τη γη ου μετηχθησαν εκει και επιστρεψωσιν και δεηθωσιν σου εν γη μετοικιας αυτων λεγοντες ημαρτομεν ηνομησαμεν ηδικησαμεν
48
και επιστρεψωσιν προς σε εν ολη καρδια αυτων και εν ολη ψυχη αυτων εν τη γη εχθρων αυτων ου μετηγαγες αυτους και προσευξονται προς σε οδον γης αυτων ης εδωκας τοις πατρασιν αυτων της πολεως ης εξελεξω και του οικου ου ωκοδομηκα τω ονοματι σου
49
και εισακουση εκ του ουρανου εξ ετοιμου κατοικητηριου σου
50
και ιλεως εση ταις αδικιαις αυτων αις ημαρτον σοι και κατα παντα τα αθετηματα αυτων α ηθετησαν σοι και δωσεις αυτους εις οικτιρμους ενωπιον αιχμαλωτευοντων αυτους και οικτιρησουσιν αυτους
51
οτι λαος σου και κληρονομια σου ους εξηγαγες εκ γης αιγυπτου εκ μεσου χωνευτηριου σιδηρου
52
και εστωσαν οι οφθαλμοι σου και τα ωτα σου ηνεωγμενα εις την δεησιν του δουλου σου και εις την δεησιν του λαου σου ισραηλ εισακουειν αυτων εν πασιν οις αν επικαλεσωνται σε
53
οτι συ διεστειλας αυτους σαυτω εις κληρονομιαν εκ παντων των λαων της γης καθως ελαλησας εν χειρι δουλου σου μωυση εν τω εξαγαγειν σε τους πατερας ημων εκ γης αιγυπτου κυριε κυριε [53α] τοτε ελαλησεν σαλωμων υπερ του οικου ως συνετελεσεν του οικοδομησαι αυτον ηλιον εγνωρισεν εν ουρανω κυριος ειπεν του κατοικειν εν γνοφω οικοδομησον οικον μου οικον εκπρεπη σαυτω του κατοικειν επι καινοτητος ουκ ιδου αυτη γεγραπται εν βιβλιω της ωδης
54
και εγενετο ως συνετελεσεν σαλωμων προσευχομενος προς κυριον ολην την προσευχην και την δεησιν ταυτην και ανεστη απο προσωπου του θυσιαστηριου κυριου οκλακως επι τα γονατα αυτου και αι χειρες αυτου διαπεπετασμεναι εις τον ουρανον
55
και εστη και ευλογησεν πασαν εκκλησιαν ισραηλ φωνη μεγαλη λεγων
56
ευλογητος κυριος σημερον ος εδωκεν καταπαυσιν τω λαω αυτου ισραηλ κατα παντα οσα ελαλησεν ου διεφωνησεν λογος εις εν πασιν τοις λογοις αυτου τοις αγαθοις οις ελαλησεν εν χειρι μωυση δουλου αυτου
57
γενοιτο κυριος ο θεος ημων μεθ' ημων καθως ην μετα των πατερων ημων μη εγκαταλιποιτο ημας μηδε αποστρεψοιτο ημας
58
επικλιναι καρδιας ημων προς αυτον του πορευεσθαι εν πασαις οδοις αυτου και φυλασσειν πασας τας εντολας αυτου και προσταγματα αυτου α ενετειλατο τοις πατρασιν ημων
59
και εστωσαν οι λογοι ουτοι ους δεδεημαι ενωπιον κυριου θεου ημων εγγιζοντες προς κυριον θεον ημων ημερας και νυκτος του ποιειν το δικαιωμα του δουλου σου και το δικαιωμα λαου σου ισραηλ ρημα ημερας εν ημερα αυτου
60
οπως γνωσιν παντες οι λαοι της γης οτι κυριος ο θεος αυτος θεος και ουκ εστιν ετι
61
και εστωσαν αι καρδιαι ημων τελειαι προς κυριον θεον ημων και οσιως πορευεσθαι εν τοις προσταγμασιν αυτου και φυλασσειν εντολας αυτου ως η ημερα αυτη
62
και ο βασιλευς και παντες οι υιοι ισραηλ εθυσαν θυσιαν ενωπιον κυριου
63
και εθυσεν ο βασιλευς σαλωμων τας θυσιας των ειρηνικων ας εθυσεν τω κυριω βοων δυο και εικοσι χιλιαδας και προβατων εκατον εικοσι χιλιαδας και ενεκαινισεν τον οικον κυριου ο βασιλευς και παντες οι υιοι ισραηλ
64
τη ημερα εκεινη ηγιασεν ο βασιλευς το μεσον της αυλης το κατα προσωπον του οικου κυριου οτι εποιησεν εκει την ολοκαυτωσιν και τας θυσιας και τα στεατα των ειρηνικων οτι το θυσιαστηριον το χαλκουν το ενωπιον κυριου μικρον του μη δυνασθαι την ολοκαυτωσιν και τας θυσιας των ειρηνικων υπενεγκειν
65
και εποιησεν σαλωμων την εορτην εν τη ημερα εκεινη και πας ισραηλ μετ' αυτου εκκλησια μεγαλη απο της εισοδου ημαθ εως ποταμου αιγυπτου ενωπιον κυριου θεου ημων εν τω οικω ω ωκοδομησεν εσθιων και πινων και ευφραινομενος ενωπιον κυριου θεου ημων επτα ημερας
66
και εν τη ημερα τη ογδοη εξαπεστειλεν τον λαον και ευλογησεν αυτον και απηλθον εκαστος εις τα σκηνωματα αυτου χαιροντες και αγαθη καρδια επι τοις αγαθοις οις εποιησεν κυριος τω δαυιδ δουλω αυτου και τω ισραηλ λαω αυτου