1
και εγενηθη ως συνετελεσεν σαλωμων οικοδομειν τον οικον κυριου και τον οικον του βασιλεως και πασαν την πραγματειαν σαλωμων οσα ηθελησεν ποιησαι
2
και ωφθη κυριος τω σαλωμων δευτερον καθως ωφθη εν γαβαων
3
και ειπεν προς αυτον κυριος ηκουσα της φωνης της προσευχης σου και της δεησεως σου ης εδεηθης ενωπιον εμου πεποιηκα σοι κατα πασαν την προσευχην σου ηγιακα τον οικον τουτον ον ωκοδομησας του θεσθαι το ονομα μου εκει εις τον αιωνα και εσονται οι οφθαλμοι μου εκει και η καρδια μου πασας τας ημερας
4
και συ εαν πορευθης ενωπιον εμου καθως επορευθη δαυιδ ο πατηρ σου εν οσιοτητι καρδιας και εν ευθυτητι και του ποιειν κατα παντα α ενετειλαμην αυτω και τα προσταγματα μου και τας εντολας μου φυλαξης
5
και αναστησω τον θρονον της βασιλειας σου επι ισραηλ εις τον αιωνα καθως ελαλησα τω δαυιδ πατρι σου λεγων ουκ εξαρθησεται σοι ανηρ ηγουμενος εν ισραηλ
6
εαν δε αποστραφεντες αποστραφητε υμεις και τα τεκνα υμων απ' εμου και μη φυλαξητε τας εντολας μου και τα προσταγματα μου α εδωκεν μωυσης ενωπιον υμων και πορευθητε και δουλευσητε θεοις ετεροις και προσκυνησητε αυτοις
7
και εξαρω τον ισραηλ απο της γης ης εδωκα αυτοις και τον οικον τουτον ον ηγιασα τω ονοματι μου απορριψω εκ προσωπου μου και εσται ισραηλ εις αφανισμον και εις λαλημα εις παντας τους λαους
8
και ο οικος ουτος ο υψηλος πας ο διαπορευομενος δι' αυτου εκστησεται και συριει και ερουσιν ενεκα τινος εποιησεν κυριος ουτως τη γη ταυτη και τω οικω τουτω
9
και ερουσιν ανθ' ων εγκατελιπον κυριον θεον αυτων ος εξηγαγεν τους πατερας αυτων εξ αιγυπτου εξ οικου δουλειας και αντελαβοντο θεων αλλοτριων και προσεκυνησαν αυτοις και εδουλευσαν αυτοις δια τουτο επηγαγεν κυριος επ' αυτους την κακιαν ταυτην [9α] τοτε ανηγαγεν σαλωμων την θυγατερα φαραω εκ πολεως δαυιδ εις οικον αυτου ον ωκοδομησεν εαυτω εν ταις ημεραις εκειναις
10
εικοσι ετη εν οις ωκοδομησεν σαλωμων τους δυο οικους τον οικον κυριου και τον οικον του βασιλεως
11
χιραμ βασιλευς τυρου αντελαβετο του σαλωμων εν ξυλοις κεδρινοις και εν ξυλοις πευκινοις και εν χρυσιω και εν παντι θεληματι αυτου τοτε εδωκεν ο βασιλευς τω χιραμ εικοσι πολεις εν τη γη τη γαλιλαια
12
και εξηλθεν χιραμ εκ τυρου και επορευθη εις την γαλιλαιαν του ιδειν τας πολεις ας εδωκεν αυτω σαλωμων και ουκ ηρεσαν αυτω
13
και ειπεν τι αι πολεις αυται ας εδωκας μοι αδελφε και εκαλεσεν αυτας οριον εως της ημερας ταυτης
14
και ηνεγκεν χιραμ τω σαλωμων εκατον και εικοσι ταλαντα χρυσιου
26
και ναυν υπερ ου εποιησεν ο βασιλευς σαλωμων εν γασιωνγαβερ την ουσαν εχομενην αιλαθ επι του χειλους της εσχατης θαλασσης εν γη εδωμ
27
και απεστειλεν χιραμ εν τη νηι των παιδων αυτου ανδρας ναυτικους ελαυνειν ειδοτας θαλασσαν μετα των παιδων σαλωμων
28
και ηλθον εις σωφηρα και ελαβον εκειθεν χρυσιου εκατον και εικοσι ταλαντα και ηνεγκαν τω βασιλει σαλωμων