1
και απηλθεν εκειθεν δαυιδ και διεσωθη και ερχεται εις το σπηλαιον το οδολλαμ και ακουουσιν οι αδελφοι αυτου και ο οικος του πατρος αυτου και καταβαινουσιν προς αυτον εκει
2
και συνηγοντο προς αυτον πας εν αναγκη και πας υποχρεως και πας κατωδυνος ψυχη και ην επ' αυτων ηγουμενος και ησαν μετ' αυτου ως τετρακοσιοι ανδρες
3
και απηλθεν δαυιδ εκειθεν εις μασσηφα της μωαβ και ειπεν προς βασιλεα μωαβ γινεσθωσαν δη ο πατηρ μου και η μητηρ μου παρα σοι εως οτου γνω τι ποιησει μοι ο θεος
4
και παρεκαλεσεν το προσωπον του βασιλεως μωαβ και κατωκουν μετ' αυτου πασας τας ημερας οντος του δαυιδ εν τη περιοχη
5
και ειπεν γαδ ο προφητης προς δαυιδ μη καθου εν τη περιοχη πορευου και ηξεις εις γην ιουδα και επορευθη δαυιδ και ηλθεν και εκαθισεν εν πολει σαριχ
6
και ηκουσεν σαουλ οτι εγνωσται δαυιδ και οι ανδρες οι μετ' αυτου και σαουλ εκαθητο εν τω βουνω υπο την αρουραν την εν ραμα και το δορυ εν τη χειρι αυτου και παντες οι παιδες αυτου παρειστηκεισαν αυτω
7
και ειπεν σαουλ προς τους παιδας αυτου τους παρεστηκοτας αυτω και ειπεν αυτοις ακουσατε δη υιοι βενιαμιν ει αληθως πασιν υμιν δωσει ο υιος ιεσσαι αγρους και αμπελωνας και παντας υμας ταξει εκατονταρχους και χιλιαρχους
8
οτι συγκεισθε παντες υμεις επ' εμε και ουκ εστιν ο αποκαλυπτων το ωτιον μου εν τω διαθεσθαι τον υιον μου διαθηκην μετα του υιου ιεσσαι και ουκ εστιν πονων περι εμου εξ υμων και αποκαλυπτων το ωτιον μου οτι επηγειρεν ο υιος μου τον δουλον μου επ' εμε εις εχθρον ως η ημερα αυτη
9
και αποκρινεται δωηκ ο συρος ο καθεστηκως επι τας ημιονους σαουλ και ειπεν εορακα τον υιον ιεσσαι παραγινομενον εις νομβα προς αβιμελεχ υιον αχιτωβ τον ιερεα
10
και ηρωτα αυτω δια του θεου και επισιτισμον εδωκεν αυτω και την ρομφαιαν γολιαδ του αλλοφυλου εδωκεν αυτω
11
και απεστειλεν ο βασιλευς καλεσαι τον αβιμελεχ υιον αχιτωβ και παντας τους υιους του πατρος αυτου τους ιερεις τους εν νομβα και παρεγενοντο παντες προς τον βασιλεα
12
και ειπεν σαουλ ακουε δη υιε αχιτωβ και ειπεν ιδου εγω λαλει κυριε
13
και ειπεν αυτω σαουλ ινα τι συνεθου κατ' εμου συ και ο υιος ιεσσαι δουναι σε αυτω αρτον και ρομφαιαν και ερωταν αυτω δια του θεου θεσθαι αυτον επ' εμε εις εχθρον ως η ημερα αυτη
14
και απεκριθη τω βασιλει και ειπεν και τις εν πασιν τοις δουλοις σου ως δαυιδ πιστος και γαμβρος του βασιλεως και αρχων παντος παραγγελματος σου και ενδοξος εν τω οικω σου
15
η σημερον ηργμαι ερωταν αυτω δια του θεου μηδαμως μη δοτω ο βασιλευς κατα του δουλου αυτου λογον και εφ' ολον τον οικον του πατρος μου οτι ουκ ηδει ο δουλος ο σος εν πασιν τουτοις ρημα μικρον η μεγα
16
και ειπεν ο βασιλευς σαουλ θανατω αποθανη αβιμελεχ συ και πας ο οικος του πατρος σου
17
και ειπεν ο βασιλευς τοις παρατρεχουσιν τοις εφεστηκοσιν επ' αυτον προσαγαγετε και θανατουτε τους ιερεις του κυριου οτι η χειρ αυτων μετα δαυιδ και οτι εγνωσαν οτι φευγει αυτος και ουκ απεκαλυψαν το ωτιον μου και ουκ εβουληθησαν οι παιδες του βασιλεως επενεγκειν τας χειρας αυτων απαντησαι εις τους ιερεις κυριου
18
και ειπεν ο βασιλευς τω δωηκ επιστρεφου συ και απαντα εις τους ιερεις και επεστραφη δωηκ ο συρος και εθανατωσεν τους ιερεις κυριου εν τη ημερα εκεινη τριακοσιους και πεντε ανδρας παντας αιροντας εφουδ
19
και την νομβα την πολιν των ιερεων επαταξεν εν στοματι ρομφαιας απο ανδρος εως γυναικος απο νηπιου εως θηλαζοντος και μοσχου και ονου και προβατου
20
και διασωζεται υιος εις τω αβιμελεχ υιω αχιτωβ και ονομα αυτω αβιαθαρ και εφυγεν οπισω δαυιδ
21
και απηγγειλεν αβιαθαρ τω δαυιδ οτι εθανατωσεν σαουλ παντας τους ιερεις του κυριου
22
και ειπεν δαυιδ τω αβιαθαρ ηιδειν εν τη ημερα εκεινη οτι δωηκ ο συρος οτι απαγγελλων απαγγελει τω σαουλ εγω ειμι αιτιος των ψυχων οικου του πατρος σου
23
καθου μετ' εμου μη φοβου οτι ου εαν ζητω τη ψυχη μου τοπον ζητησω και τη ψυχη σου οτι πεφυλαξαι συ παρ' εμοι