1
και εγενηθη εισελθοντος δαυιδ και των ανδρων αυτου εις σεκελακ τη ημερα τη τριτη και αμαληκ επεθετο επι τον νοτον και επι σεκελακ και επαταξεν την σεκελακ και ενεπυρισεν αυτην εν πυρι
2
και τας γυναικας και παντα τα εν αυτη απο μικρου εως μεγαλου ουκ εθανατωσαν ανδρα και γυναικα αλλ' ηχμαλωτευσαν και απηλθον εις την οδον αυτων
3
και ηλθεν δαυιδ και οι ανδρες αυτου εις την πολιν και ιδου εμπεπυρισται εν πυρι αι δε γυναικες αυτων και οι υιοι αυτων και αι θυγατερες αυτων ηχμαλωτευμενοι
4
και ηρεν δαυιδ και οι ανδρες αυτου την φωνην αυτων και εκλαυσαν εως οτου ουκ ην εν αυτοις ισχυς ετι κλαιειν
5
και αμφοτεραι αι γυναικες δαυιδ ηχμαλωτευθησαν αχινοομ η ιεζραηλιτις και αβιγαια η γυνη ναβαλ του καρμηλιου
6
και εθλιβη δαυιδ σφοδρα οτι ειπεν ο λαος λιθοβολησαι αυτον οτι κατωδυνος ψυχη παντος του λαου εκαστου επι τους υιους αυτου και επι τας θυγατερας αυτου και εκραταιωθη δαυιδ εν κυριω θεω αυτου
7
και ειπεν δαυιδ προς αβιαθαρ τον ιερεα υιον αχιμελεχ προσαγαγε το εφουδ
8
και επηρωτησεν δαυιδ δια του κυριου λεγων ει καταδιωξω οπισω του γεδδουρ τουτου ει καταλημψομαι αυτους και ειπεν αυτω καταδιωκε οτι καταλαμβανων καταλημψη και εξαιρουμενος εξελη
9
και επορευθη δαυιδ αυτος και οι εξακοσιοι ανδρες μετ' αυτου και ερχονται εως του χειμαρρου βοσορ και οι περισσοι εστησαν
10
και κατεδιωξεν εν τετρακοσιοις ανδρασιν υπεστησαν δε διακοσιοι ανδρες οιτινες εκαθισαν περαν του χειμαρρου του βοσορ
11
και ευρισκουσιν ανδρα αιγυπτιον εν αγρω και λαμβανουσιν αυτον και αγουσιν αυτον προς δαυιδ εν αγρω και διδοασιν αυτω αρτον και εφαγεν και εποτισαν αυτον υδωρ
12
και διδοασιν αυτω κλασμα παλαθης και εφαγεν και κατεστη το πνευμα αυτου εν αυτω οτι ου βεβρωκει αρτον και ου πεπωκει υδωρ τρεις ημερας και τρεις νυκτας
13
και ειπεν αυτω δαυιδ τινος συ ει και ποθεν ει και ειπεν το παιδαριον το αιγυπτιον εγω ειμι δουλος ανδρος αμαληκιτου και κατελιπεν με ο κυριος μου οτι ηνωχληθην εγω σημερον τριταιος
14
και ημεις επεθεμεθα επι νοτον του χολθι και επι τα της ιουδαιας μερη και επι νοτον χελουβ και την σεκελακ ενεπυρισαμεν εν πυρι
15
και ειπεν προς αυτον δαυιδ ει καταξεις με επι το γεδδουρ τουτο και ειπεν ομοσον δη μοι κατα του θεου μη θανατωσειν με και μη παραδουναι με εις χειρας του κυριου μου και καταξω σε επι το γεδδουρ τουτο
16
και κατηγαγεν αυτον εκει και ιδου ουτοι διακεχυμενοι επι προσωπον πασης της γης εσθιοντες και πινοντες και εορταζοντες εν πασι τοις σκυλοις τοις μεγαλοις οις ελαβον εκ γης αλλοφυλων και εκ γης ιουδα
17
και ηλθεν επ' αυτους δαυιδ και επαταξεν αυτους απο εωσφορου εως δειλης και τη επαυριον και ουκ εσωθη εξ αυτων ανηρ οτι αλλ' η τετρακοσια παιδαρια α ην επιβεβηκοτα επι τας καμηλους και εφυγον
18
και αφειλατο δαυιδ παντα α ελαβον οι αμαληκιται και αμφοτερας τας γυναικας αυτου εξειλατο
19
και ου διεφωνησεν αυτοις απο μικρου εως μεγαλου και απο των σκυλων και εως υιων και θυγατερων και εως παντων ων ελαβον αυτων τα παντα επεστρεψεν δαυιδ
20
και ελαβεν δαυιδ παντα τα ποιμνια και τα βουκολια και απηγαγεν εμπροσθεν των σκυλων και τοις σκυλοις εκεινοις ελεγετο ταυτα τα σκυλα δαυιδ
21
και παραγινεται δαυιδ προς τους διακοσιους ανδρας τους εκλυθεντας του πορευεσθαι οπισω δαυιδ και εκαθισεν αυτους εν τω χειμαρρω τω βοσορ και εξηλθον εις απαντησιν δαυιδ και εις απαντησιν του λαου του μετ' αυτου και προσηγαγεν δαυιδ εως του λαου και ηρωτησαν αυτον τα εις ειρηνην
22
και απεκριθη πας ανηρ λοιμος και πονηρος των ανδρων των πολεμιστων των πορευθεντων μετα δαυιδ και ειπαν οτι ου κατεδιωξαν μεθ' ημων ου δωσομεν αυτοις εκ των σκυλων ων εξειλαμεθα οτι αλλ' η εκαστος την γυναικα αυτου και τα τεκνα αυτου απαγεσθωσαν και αποστρεφετωσαν
23
και ειπεν δαυιδ ου ποιησετε ουτως μετα το παραδουναι τον κυριον ημιν και φυλαξαι ημας και παρεδωκεν κυριος τον γεδδουρ τον επερχομενον εφ' ημας εις χειρας ημων
24
και τις υπακουσεται υμων των λογων τουτων οτι ουχ ηττον υμων εισιν διοτι κατα την μεριδα του καταβαινοντος εις πολεμον ουτως εσται η μερις του καθημενου επι τα σκευη κατα το αυτο μεριουνται
25
και εγενηθη απο της ημερας εκεινης και επανω και εγενετο εις προσταγμα και εις δικαιωμα τω ισραηλ εως της σημερον
26
και ηλθεν δαυιδ εις σεκελακ και απεστειλεν τοις πρεσβυτεροις ιουδα των σκυλων και τοις πλησιον αυτου λεγων ιδου απο των σκυλων των εχθρων κυριου
27
τοις εν βαιθσουρ και τοις εν ραμα νοτου και τοις εν ιεθθορ
28
και τοις εν αροηρ και τοις αμμαδι και τοις εν σαφι και τοις εν εσθιε [28α] και τοις εν γεθ και τοις εν κιναν και τοις εν σαφεκ και τοις εν θιμαθ
29
και τοις εν καρμηλω και τοις εν ταις πολεσιν του ιεραμηλι και τοις εν ταις πολεσιν του κενεζι
30
και τοις εν ιεριμουθ και τοις εν βηρσαβεε και τοις εν νοο
31
και τοις εν χεβρων και εις παντας τους τοπους ους διηλθεν δαυιδ εκει αυτος και οι ανδρες αυτου