1
και οι αλλοφυλοι επολεμουν επι ισραηλ και εφυγον οι ανδρες ισραηλ εκ προσωπου των αλλοφυλων και πιπτουσιν τραυματιαι εν τω ορει τω γελβουε
2
και συναπτουσιν αλλοφυλοι τω σαουλ και τοις υιοις αυτου και τυπτουσιν αλλοφυλοι τον ιωναθαν και τον αμιναδαβ και τον μελχισα υιους σαουλ
3
και βαρυνεται ο πολεμος επι σαουλ και ευρισκουσιν αυτον οι ακοντισται ανδρες τοξοται και ετραυματισθη εις τα υποχονδρια
4
και ειπεν σαουλ προς τον αιροντα τα σκευη αυτου σπασαι την ρομφαιαν σου και αποκεντησον με εν αυτη μη ελθωσιν οι απεριτμητοι ουτοι και αποκεντησωσιν με και εμπαιξωσιν μοι και ουκ εβουλετο ο αιρων τα σκευη αυτου οτι εφοβηθη σφοδρα και ελαβεν σαουλ την ρομφαιαν και επεπεσεν επ' αυτην
5
και ειδεν ο αιρων τα σκευη αυτου οτι τεθνηκεν σαουλ και επεπεσεν και αυτος επι την ρομφαιαν αυτου και απεθανεν μετ' αυτου
6
και απεθανεν σαουλ και οι τρεις υιοι αυτου και ο αιρων τα σκευη αυτου εν τη ημερα εκεινη κατα το αυτο
7
και ειδον οι ανδρες ισραηλ οι εν τω περαν της κοιλαδος και οι εν τω περαν του ιορδανου οτι εφυγον οι ανδρες ισραηλ και οτι τεθνηκεν σαουλ και οι υιοι αυτου και καταλειπουσιν τας πολεις αυτων και φευγουσιν και ερχονται οι αλλοφυλοι και κατοικουσιν εν αυταις
8
και εγενηθη τη επαυριον και ερχονται οι αλλοφυλοι εκδιδυσκειν τους νεκρους και ευρισκουσιν τον σαουλ και τους τρεις υιους αυτου πεπτωκοτας επι τα ορη γελβουε
9
και αποστρεφουσιν αυτον και εξεδυσαν τα σκευη αυτου και αποστελλουσιν αυτα εις γην αλλοφυλων κυκλω ευαγγελιζοντες τοις ειδωλοις αυτων και τω λαω αυτων
10
και ανεθηκαν τα σκευη αυτου εις το ασταρτειον και το σωμα αυτου κατεπηξαν εν τω τειχει βαιθσαν
11
και ακουουσιν οι κατοικουντες ιαβις της γαλααδιτιδος α εποιησαν οι αλλοφυλοι τω σαουλ
12
και ανεστησαν πας ανηρ δυναμεως και επορευθησαν ολην την νυκτα και ελαβον το σωμα σαουλ και το σωμα ιωναθαν του υιου αυτου απο τειχους βαιθσαν και φερουσιν αυτους εις ιαβις και κατακαιουσιν αυτους εκει
13
και λαμβανουσιν τα οστα αυτων και θαπτουσιν υπο την αρουραν την ιαβις και νηστευουσιν επτα ημερας .