1
και εγενηθη εν ταις ημεραις εκειναις και συναθροιζονται αλλοφυλοι εις πολεμον επι ισραηλ και εξηλθεν ισραηλ εις απαντησιν αυτοις εις πολεμον και παρεμβαλλουσιν επι αβενεζερ και οι αλλοφυλοι παρεμβαλλουσιν εν αφεκ
2
και παρατασσονται οι αλλοφυλοι εις πολεμον επι ισραηλ και εκλινεν ο πολεμος και επταισεν ανηρ ισραηλ ενωπιον αλλοφυλων και επληγησαν εν τη παραταξει εν αγρω τεσσαρες χιλιαδες ανδρων
3
και ηλθεν ο λαος εις την παρεμβολην και ειπαν οι πρεσβυτεροι ισραηλ κατα τι επταισεν ημας κυριος σημερον ενωπιον αλλοφυλων λαβωμεν την κιβωτον του θεου ημων εκ σηλωμ και εξελθετω εν μεσω ημων και σωσει ημας εκ χειρος εχθρων ημων
4
και απεστειλεν ο λαος εις σηλωμ και αιρουσιν εκειθεν την κιβωτον κυριου καθημενου χερουβιμ και αμφοτεροι οι υιοι ηλι μετα της κιβωτου οφνι και φινεες
5
και εγενηθη ως ηλθεν κιβωτος κυριου εις την παρεμβολην και ανεκραξεν πας ισραηλ φωνη μεγαλη και ηχησεν η γη
6
και ηκουσαν οι αλλοφυλοι της κραυγης και ειπον οι αλλοφυλοι τις η κραυγη η μεγαλη αυτη εν παρεμβολη των εβραιων και εγνωσαν οτι κιβωτος κυριου ηκει εις την παρεμβολην
7
και εφοβηθησαν οι αλλοφυλοι και ειπον ουτοι οι θεοι ηκασιν προς αυτους εις την παρεμβολην ουαι ημιν εξελου ημας κυριε σημερον οτι ου γεγονεν τοιαυτη εχθες και τριτην
8
ουαι ημιν τις εξελειται ημας εκ χειρος των θεων των στερεων τουτων ουτοι οι θεοι οι παταξαντες την αιγυπτον εν παση πληγη και εν τη ερημω
9
κραταιουσθε και γινεσθε εις ανδρας αλλοφυλοι μηποτε δουλευσητε τοις εβραιοις καθως εδουλευσαν ημιν και εσεσθε εις ανδρας και πολεμησατε αυτους
10
και επολεμησαν αυτους και πταιει ανηρ ισραηλ και εφυγεν εκαστος εις σκηνωμα αυτου και εγενετο πληγη μεγαλη σφοδρα και επεσαν εξ ισραηλ τριακοντα χιλιαδες ταγματων
11
και κιβωτος θεου ελημφθη και αμφοτεροι υιοι ηλι απεθανον οφνι και φινεες
12
και εδραμεν ανηρ ιεμιναιος εκ της παραταξεως και ηλθεν εις σηλωμ εν τη ημερα εκεινη και τα ιματια αυτου διερρηγοτα και γη επι της κεφαλης αυτου
13
και ηλθεν και ιδου ηλι εκαθητο επι του διφρου παρα την πυλην σκοπευων την οδον οτι ην η καρδια αυτου εξεστηκυια περι της κιβωτου του θεου και ο ανθρωπος εισηλθεν εις την πολιν απαγγειλαι και ανεβοησεν η πολις
14
και ηκουσεν ηλι την φωνην της βοης και ειπεν τις η βοη της φωνης ταυτης και ο ανθρωπος σπευσας εισηλθεν και απηγγειλεν τω ηλι
15
και ηλι υιος ενενηκοντα ετων και οι οφθαλμοι αυτου επανεστησαν και ουκ εβλεπεν και ειπεν ηλι τοις ανδρασιν τοις περιεστηκοσιν αυτω τις η φωνη του ηχους τουτου
16
και ο ανηρ σπευσας προσηλθεν προς ηλι και ειπεν αυτω εγω ειμι ο ηκων εκ της παρεμβολης καγω πεφευγα εκ της παραταξεως σημερον και ειπεν τι το γεγονος ρημα τεκνον
17
και απεκριθη το παιδαριον και ειπεν πεφευγεν ανηρ ισραηλ εκ προσωπου αλλοφυλων και εγενετο πληγη μεγαλη εν τω λαω και αμφοτεροι οι υιοι σου τεθνηκασιν και η κιβωτος του θεου ελημφθη
18
και εγενετο ως εμνησθη της κιβωτου του θεου και επεσεν απο του διφρου οπισθιως εχομενος της πυλης και συνετριβη ο νωτος αυτου και απεθανεν οτι πρεσβυτης ο ανθρωπος και βαρυς και αυτος εκρινεν τον ισραηλ εικοσι ετη
19
και νυμφη αυτου γυνη φινεες συνειληφυια του τεκειν και ηκουσεν την αγγελιαν οτι ελημφθη η κιβωτος του θεου και οτι τεθνηκεν ο πενθερος αυτης και ο ανηρ αυτης και ωκλασεν και ετεκεν οτι επεστραφησαν επ' αυτην ωδινες αυτης
20
και εν τω καιρω αυτης αποθνησκει και ειπον αυτη αι γυναικες αι παρεστηκυιαι αυτη μη φοβου οτι υιον τετοκας και ουκ απεκριθη και ουκ ενοησεν η καρδια αυτης
21
και εκαλεσεν το παιδαριον ουαι βαρχαβωθ υπερ της κιβωτου του θεου και υπερ του πενθερου αυτης και υπερ του ανδρος αυτης
22
και ειπαν απωκισται δοξα ισραηλ εν τω λημφθηναι την κιβωτον κυριου