1
και ηλθεν ροβοαμ εις συχεμ οτι εις συχεμ ηρχετο πας ισραηλ βασιλευσαι αυτον
2
και εγενετο ως ηκουσεν ιεροβοαμ υιος ναβατ και αυτος εν αιγυπτω ως εφυγεν απο προσωπου σαλωμων του βασιλεως και κατωκησεν ιεροβοαμ εν αιγυπτω και απεστρεψεν ιεροβοαμ εξ αιγυπτου
3
και απεστειλαν και εκαλεσαν αυτον και ηλθεν ιεροβοαμ και πασα η εκκλησια ισραηλ προς ροβοαμ λεγοντες
4
ο πατηρ σου εσκληρυνεν τον ζυγον ημων και νυν αφες απο της δουλειας του πατρος σου της σκληρας και απο του ζυγου αυτου του βαρεος ου εδωκεν εφ' ημας και δουλευσομεν σοι
5
και ειπεν αυτοις πορευεσθε εως τριων ημερων και ερχεσθε προς με και απηλθεν ο λαος
6
και συνηγαγεν ο βασιλευς ροβοαμ τους πρεσβυτερους τους εστηκοτας εναντιον σαλωμων του πατρος αυτου εν τω ζην αυτον λεγων πως υμεις βουλευεσθε του αποκριθηναι τω λαω τουτω λογον
7
και ελαλησαν αυτω λεγοντες εαν εν τη σημερον γενη εις αγαθον τω λαω τουτω και ευδοκησης και λαλησης αυτοις λογους αγαθους και εσονται σοι παιδες πασας τας ημερας
8
και κατελιπεν την βουλην των πρεσβυτερων οι συνεβουλευσαντο αυτω και συνεβουλευσατο μετα των παιδαριων των συνεκτραφεντων μετ' αυτου των εστηκοτων εναντιον αυτου
9
και ειπεν αυτοις τι υμεις βουλευεσθε και αποκριθησομαι λογον τω λαω τουτω οι ελαλησαν προς με λεγοντες ανες απο του ζυγου ου εδωκεν ο πατηρ σου εφ' ημας
10
και ελαλησαν αυτω τα παιδαρια τα εκτραφεντα μετ' αυτου ουτως λαλησεις τω λαω τω λαλησαντι προς σε λεγων ο πατηρ σου εβαρυνεν τον ζυγον ημων και συ αφες αφ' ημων ουτως ερεις ο μικρος δακτυλος μου παχυτερος της οσφυος του πατρος μου
11
και νυν ο πατηρ μου επαιδευσεν υμας ζυγω βαρει και εγω προσθησω επι τον ζυγον υμων ο πατηρ μου επαιδευσεν υμας εν μαστιγξιν και εγω παιδευσω υμας εν σκορπιοις
12
και ηλθεν ιεροβοαμ και πας ο λαος προς ροβοαμ τη ημερα τη τριτη ως ελαλησεν ο βασιλευς λεγων επιστρεψατε προς με τη ημερα τη τριτη
13
και απεκριθη ο βασιλευς σκληρα και εγκατελιπεν ο βασιλευς ροβοαμ την βουλην των πρεσβυτερων
14
και ελαλησεν προς αυτους κατα την βουλην των νεωτερων λεγων ο πατηρ μου εβαρυνεν τον ζυγον υμων και εγω προσθησω επ' αυτον ο πατηρ μου επαιδευσεν υμας εν μαστιγξιν και εγω παιδευσω υμας εν σκορπιοις
15
και ουκ ηκουσεν ο βασιλευς του λαου οτι ην μεταστροφη παρα του θεου λεγων ανεστησεν κυριος τον λογον αυτου ον ελαλησεν εν χειρι αχια του σηλωνιτου περι ιεροβοαμ υιου ναβατ
16
και παντος ισραηλ οτι ουκ ηκουσεν ο βασιλευς αυτων και απεκριθη ο λαος προς τον βασιλεα λεγων τις ημιν μερις εν δαυιδ και κληρονομια εν υιω ιεσσαι εις τα σκηνωματα σου ισραηλ νυν βλεπε τον οικον σου δαυιδ και επορευθη πας ισραηλ εις τα σκηνωματα αυτου
17
και ανδρες ισραηλ οι κατοικουντες εν πολεσιν ιουδα και εβασιλευσεν επ' αυτων ροβοαμ
18
και απεστειλεν ο βασιλευς ροβοαμ τον αδωνιραμ τον επι του φορου και ελιθοβολησαν αυτον οι υιοι ισραηλ λιθοις και απεθανεν και ο βασιλευς ροβοαμ εσπευσεν του αναβηναι εις το αρμα του φυγειν εις ιερουσαλημ
19
και ηθετησεν ισραηλ εν τω οικω δαυιδ εως της ημερας ταυτης