1
και εβασιλευσεν ιωσαφατ υιος αυτου αντ' αυτου και κατισχυσεν ιωσαφατ επι τον ισραηλ
2
και εδωκεν δυναμιν εν πασαις ταις πολεσιν ιουδα ταις οχυραις και κατεστησεν ηγουμενους εν πασαις ταις πολεσιν ιουδα και εν πολεσιν εφραιμ ας προκατελαβετο ασα ο πατηρ αυτου
3
και εγενετο κυριος μετα ιωσαφατ οτι επορευθη εν οδοις του πατρος αυτου ταις πρωταις και ουκ εξεζητησεν τα ειδωλα
4
αλλα κυριον τον θεον του πατρος αυτου εξεζητησεν και εν ταις εντολαις του πατρος αυτου επορευθη και ουχ ως του ισραηλ τα εργα
5
και κατηυθυνεν κυριος την βασιλειαν εν χειρι αυτου και εδωκεν πας ιουδα δωρα τω ιωσαφατ και εγενετο αυτω πλουτος και δοξα πολλη
6
και υψωθη καρδια αυτου εν οδω κυριου και ετι εξηρεν τα υψηλα και τα αλση απο της γης ιουδα
7
και εν τω τριτω ετει της βασιλειας αυτου απεστειλεν τους ηγουμενους αυτου και τους υιους των δυνατων τον αβδιαν και ζαχαριαν και ναθαναηλ και μιχαιαν διδασκειν εν πολεσιν ιουδα
8
και μετ' αυτων οι λευιται σαμουιας και ναθανιας και ζαβδιας και ασιηλ και σεμιραμωθ και ιωναθαν και αδωνιας και τωβιας οι λευιται και μετ' αυτων ελισαμα και ιωραμ οι ιερεις
9
και εδιδασκον εν ιουδα και μετ' αυτων βυβλος νομου κυριου και διηλθον εν ταις πολεσιν ιουδα και εδιδασκον τον λαον
10
και εγενετο εκστασις κυριου επι πασαις ταις βασιλειαις της γης ταις κυκλω ιουδα και ουκ επολεμουν προς ιωσαφατ
11
και απο των αλλοφυλων εφερον τω ιωσαφατ δωρα και αργυριον και δοματα και οι αραβες εφερον αυτω κριους προβατων επτακισχιλιους επτακοσιους
12
και ην ιωσαφατ πορευομενος μειζων εως εις υψος και ωκοδομησεν οικησεις εν τη ιουδαια και πολεις οχυρας
13
και εργα πολλα εγενετο αυτω εν τη ιουδαια και ανδρες πολεμισται δυνατοι ισχυοντες εν ιερουσαλημ
14
και ουτος αριθμος αυτων κατ' οικους πατριων αυτων τω ιουδα χιλιαρχοι εδνας ο αρχων και μετ' αυτου υιοι δυνατοι δυναμεως τριακοσιαι χιλιαδες
15
και μετ' αυτον ιωαναν ο ηγουμενος και μετ' αυτου διακοσιαι ογδοηκοντα χιλιαδες
16
και μετ' αυτον αμασιας ο του ζαχρι ο προθυμουμενος τω κυριω και μετ' αυτου διακοσιαι χιλιαδες δυνατοι δυναμεως
17
και εκ του βενιαμιν δυνατος δυναμεως ελιαδα και μετ' αυτου τοξοται και πελτασται διακοσιαι χιλιαδες
18
και μετ' αυτον ιωζαβαδ και μετ' αυτου εκατον ογδοηκοντα χιλιαδες δυνατοι πολεμου
19
ουτοι οι λειτουργουντες τω βασιλει εκτος ων εδωκεν ο βασιλευς εν ταις πολεσιν ταις οχυραις εν παση τη ιουδαια