1
και εγενηθη τω ιωσαφατ ετι πλουτος και δοξα πολλη και επεγαμβρευσατο εν οικω αχααβ
2
και κατεβη δια τελους ετων προς αχααβ εις σαμαρειαν και εθυσεν αυτω αχααβ προβατα και μοσχους πολλους και τω λαω τω μετ' αυτου και ηπατα αυτον του συναναβηναι μετ' αυτου εις ραμωθ της γαλααδιτιδος
3
και ειπεν αχααβ βασιλευς ισραηλ προς ιωσαφατ βασιλεα ιουδα πορευση μετ' εμου εις ραμωθ της γαλααδιτιδος και ειπεν αυτω ως εγω ουτως και συ ως ο λαος σου και ο λαος μου μετα σου εις πολεμον
4
και ειπεν ιωσαφατ προς βασιλεα ισραηλ ζητησον δη σημερον τον κυριον
5
και συνηγαγεν ο βασιλευς ισραηλ τους προφητας τετρακοσιους ανδρας και ειπεν αυτοις ει πορευθω εις ραμωθ γαλααδ εις πολεμον η επισχω και ειπαν αναβαινε και δωσει ο θεος εις τας χειρας του βασιλεως
6
και ειπεν ιωσαφατ ουκ εστιν ωδε προφητης του κυριου ετι και επιζητησομεν παρ' αυτου
7
και ειπεν βασιλευς ισραηλ προς ιωσαφατ ετι ανηρ εις του ζητησαι τον κυριον δι' αυτου και εγω εμισησα αυτον οτι ουκ εστιν προφητευων περι εμου εις αγαθα οτι πασαι αι ημεραι αυτου εις κακα ουτος μιχαιας υιος ιεμλα και ειπεν ιωσαφατ μη λαλειτω ο βασιλευς ουτως
8
και εκαλεσεν ο βασιλευς ισραηλ ευνουχον ενα και ειπεν ταχος μιχαιαν υιον ιεμλα
9
και βασιλευς ισραηλ και ιωσαφατ βασιλευς ιουδα καθημενοι εκαστος επι θρονου αυτου και ενδεδυμενοι στολας καθημενοι εν τω ευρυχωρω θυρας πυλης σαμαρειας και παντες οι προφηται επροφητευον εναντιον αυτων
10
και εποιησεν εαυτω σεδεκιας υιος χανανα κερατα σιδηρα και ειπεν ταδε λεγει κυριος εν τουτοις κερατιεις την συριαν εως αν συντελεσθη
11
και παντες οι προφηται επροφητευον ουτως λεγοντες αναβαινε εις ραμωθ γαλααδ και ευοδωθηση και δωσει κυριος εις χειρας του βασιλεως
12
και ο αγγελος ο πορευθεις του καλεσαι τον μιχαιαν ελαλησεν αυτω λεγων ιδου ελαλησαν οι προφηται εν στοματι ενι αγαθα περι του βασιλεως και εστωσαν δη οι λογοι σου ως ενος αυτων και λαλησεις αγαθα
13
και ειπεν μιχαιας ζη κυριος οτι ο εαν ειπη ο θεος προς με αυτο λαλησω
14
και ηλθεν προς τον βασιλεα και ειπεν αυτω ο βασιλευς μιχαια ει πορευθω εις ραμωθ γαλααδ εις πολεμον η επισχω και ειπεν αναβαινε και ευοδωσεις και δοθησονται εις χειρας υμων
15
και ειπεν αυτω ο βασιλευς ποσακις ορκιζω σε ινα μη λαλησης προς με πλην αληθειαν εν ονοματι κυριου
16
και ειπεν ειδον τον ισραηλ διεσπαρμενους εν τοις ορεσιν ως προβατα οις ουκ εστιν ποιμην και ειπεν κυριος ουκ εχουσιν ηγουμενον αναστρεφετωσαν εκαστος εις τον οικον αυτου εν ειρηνη
17
και ειπεν ο βασιλευς ισραηλ προς ιωσαφατ ουκ ειπα σοι οτι ου προφητευει περι εμου αγαθα αλλ' η κακα
18
και ειπεν ουχ ουτως ακουσατε λογον κυριου ειδον τον κυριον καθημενον επι θρονου αυτου και πασα δυναμις του ουρανου ειστηκει εκ δεξιων αυτου και εξ αριστερων αυτου
19
και ειπεν κυριος τις απατησει τον αχααβ βασιλεα ισραηλ και αναβησεται και πεσειται εν ραμωθ γαλααδ και ειπεν ουτος ουτως και ουτος ειπεν ουτως
20
και εξηλθεν το πνευμα και εστη ενωπιον κυριου και ειπεν εγω απατησω αυτον και ειπεν κυριος εν τινι
21
και ειπεν εξελευσομαι και εσομαι πνευμα ψευδες εν στοματι παντων των προφητων αυτου και ειπεν απατησεις και δυνηση εξελθε και ποιησον ουτως
22
και νυν ιδου εδωκεν κυριος πνευμα ψευδες εν στοματι παντων των προφητων σου τουτων και κυριος ελαλησεν επι σε κακα
23
και ηγγισεν σεδεκιας υιος χανανα και επαταξεν τον μιχαιαν επι την σιαγονα και ειπεν αυτω ποια τη οδω παρηλθεν πνευμα κυριου παρ' εμου του λαλησαι προς σε
24
και ειπεν μιχαιας ιδου οψη εν τη ημερα εκεινη εν η εισελευση ταμιειον εκ ταμιειου του κατακρυβηναι
25
και ειπεν βασιλευς ισραηλ λαβετε τον μιχαιαν και αποστρεψατε προς εμηρ αρχοντα της πολεως και προς ιωας αρχοντα υιον του βασιλεως
26
και ερεις ουτως ειπεν ο βασιλευς αποθεσθε τουτον εις οικον φυλακης και εσθιετω αρτον θλιψεως και υδωρ θλιψεως εως του επιστρεψαι με εν ειρηνη
27
και ειπεν μιχαιας εαν επιστρεφων επιστρεψης εν ειρηνη ουκ ελαλησεν κυριος εν εμοι ακουσατε λαοι παντες
28
και ανεβη βασιλευς ισραηλ και ιωσαφατ βασιλευς ιουδα εις ραμωθ γαλααδ
29
και ειπεν βασιλευς ισραηλ προς ιωσαφατ κατακαλυψομαι και εισελευσομαι εις τον πολεμον και συ ενδυσαι τον ιματισμον μου και συνεκαλυψατο βασιλευς ισραηλ και εισηλθεν εις τον πολεμον
30
και βασιλευς συριας ενετειλατο τοις αρχουσιν των αρματων τοις μετ' αυτου λεγων μη πολεμειτε τον μικρον και τον μεγαν αλλ' η τον βασιλεα ισραηλ μονον
31
και εγενετο ως ειδον οι αρχοντες των αρματων τον ιωσαφατ και αυτοι ειπαν βασιλευς ισραηλ εστιν και εκυκλωσαν αυτον του πολεμειν και εβοησεν ιωσαφατ και κυριος εσωσεν αυτον και απεστρεψεν αυτους ο θεος απ' αυτου
32
και εγενετο ως ειδον οι αρχοντες των αρματων οτι ουκ ην βασιλευς ισραηλ και απεστρεψαν απ' αυτου
33
και ανηρ ενετεινεν τοξον ευστοχως και επαταξεν τον βασιλεα ισραηλ ανα μεσον του πνευμονος και ανα μεσον του θωρακος και ειπεν τω ηνιοχω επιστρεφε την χειρα σου και εξαγαγε με εκ του πολεμου οτι επονεσα
34
και ετροπωθη ο πολεμος εν τη ημερα εκεινη και ο βασιλευς ισραηλ ην εστηκως επι του αρματος εως εσπερας εξ εναντιας συριας και απεθανεν δυνοντος του ηλιου