1
και απεστρεψεν ιωσαφατ βασιλευς ιουδα εις τον οικον αυτου εν ειρηνη εις ιερουσαλημ
2
και εξηλθεν εις απαντησιν αυτου ιου ο του ανανι ο προφητης και ειπεν αυτω βασιλευ ιωσαφατ ει αμαρτωλω συ βοηθεις η μισουμενω υπο κυριου φιλιαζεις δια τουτο εγενετο επι σε οργη παρα κυριου
3
αλλ' η λογοι αγαθοι ηυρεθησαν εν σοι οτι εξηρας τα αλση απο της γης ιουδα και κατηυθυνας την καρδιαν σου εκζητησαι τον κυριον
4
και κατωκησεν ιωσαφατ εν ιερουσαλημ και παλιν εξηλθεν εις τον λαον απο βηρσαβεε εως ορους εφραιμ και επεστρεψεν αυτους επι κυριον θεον των πατερων αυτων
5
και κατεστησεν κριτας εν πασαις ταις πολεσιν ιουδα ταις οχυραις εν πολει και πολει
6
και ειπεν τοις κριταις ιδετε τι υμεις ποιειτε οτι ουκ ανθρωπω υμεις κρινετε αλλ' η τω κυριω και μεθ' υμων λογοι της κρισεως
7
και νυν γενεσθω φοβος κυριου εφ' υμας και φυλασσετε και ποιησετε οτι ουκ εστιν μετα κυριου θεου ημων αδικια ουδε θαυμασαι προσωπον ουδε λαβειν δωρα
8
και γαρ εν ιερουσαλημ κατεστησεν ιωσαφατ των ιερεων και των λευιτων και των πατριαρχων ισραηλ εις κρισιν κυριου και κρινειν τους κατοικουντας εν ιερουσαλημ
9
και ενετειλατο προς αυτους λεγων ουτως ποιησετε εν φοβω κυριου εν αληθεια και εν πληρει καρδια
10
πας ανηρ κρισιν την ελθουσαν εφ' υμας των αδελφων υμων των κατοικουντων εν ταις πολεσιν αυτων ανα μεσον αιματος αιμα και ανα μεσον προσταγματος και εντολης και δικαιωματα και κριματα και διαστελεισθε αυτοις και ουχ αμαρτησονται τω κυριω και ουκ εσται εφ' υμας οργη και επι τους αδελφους υμων ουτως ποιησετε και ουχ αμαρτησεσθε
11
και ιδου αμαριας ο ιερευς ηγουμενος εφ' υμας εις παν λογον κυριου και ζαβδιας υιος ισμαηλ ο ηγουμενος εις οικον ιουδα προς παν λογον βασιλεως και οι γραμματεις και οι λευιται προ προσωπου υμων ισχυσατε και ποιησατε και εσται κυριος μετα του αγαθου