1
και εκοιμηθη ιωσαφατ μετα των πατερων αυτου και εταφη παρα τοις πατρασιν αυτου εν πολει δαυιδ και εβασιλευσεν ιωραμ υιος αυτου αντ' αυτου
2
και αυτω αδελφοι υιοι ιωσαφατ εξ αζαριας και ιιηλ και ζαχαριας και αζαριας και μιχαηλ και σαφατιας παντες ουτοι υιοι ιωσαφατ βασιλεως ιουδα
3
και εδωκεν αυτοις ο πατηρ αυτων δοματα πολλα αργυριον και χρυσιον και οπλα μετα πολεων τετειχισμενων εν ιουδα και την βασιλειαν εδωκεν τω ιωραμ οτι ουτος ο πρωτοτοκος
4
και ανεστη ιωραμ επι την βασιλειαν αυτου και εκραταιωθη και απεκτεινεν παντας τους αδελφους αυτου εν ρομφαια και απο των αρχοντων ισραηλ
5
οντος αυτου τριακοντα και δυο ετων κατεστη ιωραμ επι την βασιλειαν αυτου και οκτω ετη εβασιλευσεν εν ιερουσαλημ
6
και επορευθη εν οδω βασιλεων ισραηλ ως εποιησεν οικος αχααβ οτι θυγατηρ αχααβ ην αυτου γυνη και εποιησεν το πονηρον εναντιον κυριου
7
και ουκ εβουλετο κυριος εξολεθρευσαι τον οικον δαυιδ δια την διαθηκην ην διεθετο τω δαυιδ και ως ειπεν αυτω δουναι αυτω λυχνον και τοις υιοις αυτου πασας τας ημερας
8
εν ταις ημεραις εκειναις απεστη εδωμ απο του ιουδα και εβασιλευσαν εφ' εαυτους βασιλεα
9
και ωχετο ιωραμ μετα των αρχοντων και πασα η ιππος μετ' αυτου και εγενετο και ηγερθη νυκτος και επαταξεν εδωμ τον κυκλουντα αυτον και τους αρχοντας των αρματων και εφυγεν ο λαος εις τα σκηνωματα αυτων
10
και απεστη απο ιουδα εδωμ εως της ημερας ταυτης τοτε απεστη λομνα εν τω καιρω εκεινω απο χειρος αυτου οτι εγκατελιπεν κυριον θεον των πατερων αυτου
11
και γαρ αυτος εποιησεν υψηλα εν πολεσιν ιουδα και εξεπορνευσεν τους κατοικουντας εν ιερουσαλημ και απεπλανησεν τον ιουδαν
12
και ηλθεν αυτω εγγραφη παρα ηλιου του προφητου λεγων ταδε λεγει κυριος ο θεος δαυιδ του πατρος σου ανθ' ων ουκ επορευθης εν οδω ιωσαφατ του πατρος σου και εν οδοις ασα βασιλεως ιουδα
13
και επορευθης εν οδοις βασιλεων ισραηλ και εξεπορνευσας τον ιουδαν και τους κατοικουντας εν ιερουσαλημ ως εξεπορνευσεν οικος αχααβ και τους αδελφους σου υιους του πατρος σου τους αγαθους υπερ σε απεκτεινας
14
ιδου κυριος παταξει σε πληγην μεγαλην εν τω λαω σου και εν τοις υιοις σου και εν γυναιξιν σου και εν παση τη αποσκευη σου
15
και συ εν μαλακια πονηρα εν νοσω κοιλιας εως ου εξελθη η κοιλια σου μετα της μαλακιας εξ ημερων εις ημερας
16
και επηγειρεν κυριος επι ιωραμ τους αλλοφυλους και τους αραβας και τους ομορους των αιθιοπων
17
και ανεβησαν επι ιουδαν και κατεδυναστευον και απεστρεψαν πασαν την αποσκευην ην ευρον εν οικω του βασιλεως και τους υιους αυτου και τας θυγατερας αυτου και ου κατελειφθη αυτω υιος αλλ' η οχοζιας ο μικροτατος των υιων αυτου
18
και μετα ταυτα παντα επαταξεν αυτον κυριος εις την κοιλιαν μαλακια εν η ουκ εστιν ιατρεια
19
και εγενετο εξ ημερων εις ημερας και ως ηλθεν καιρος των ημερων ημερας δυο εξηλθεν η κοιλια αυτου μετα της νοσου και απεθανεν εν μαλακια πονηρα και ουκ εποιησεν ο λαος αυτου εκφοραν καθως εκφοραν πατερων αυτου
20
ην τριακοντα και δυο ετων οτε εβασιλευσεν και οκτω ετη εβασιλευσεν εν ιερουσαλημ και επορευθη εν ουκ επαινω και εταφη εν πολει δαυιδ και ουκ εν ταφοις των βασιλεων