1
και εζεκιας εβασιλευσεν ων εικοσι και πεντε ετων και εικοσι και εννεα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αββα θυγατηρ ζαχαρια
2
και εποιησεν το ευθες ενωπιον κυριου κατα παντα οσα εποιησεν δαυιδ ο πατηρ αυτου
3
και εγενετο ως εστη επι της βασιλειας αυτου εν τω πρωτω μηνι ανεωξεν τας θυρας οικου κυριου και επεσκευασεν αυτας
4
και εισηγαγεν τους ιερεις και τους λευιτας και κατεστησεν αυτους εις το κλιτος το προς ανατολας
5
και ειπεν αυτοις ακουσατε οι λευιται νυν αγνισθητε και αγνισατε τον οικον κυριου θεου των πατερων υμων και εκβαλετε την ακαθαρσιαν εκ των αγιων
6
οτι απεστησαν οι πατερες ημων και εποιησαν το πονηρον εναντιον κυριου και εγκατελιπαν αυτον και απεστρεψαν το προσωπον απο της σκηνης κυριου και εδωκαν αυχενα
7
και απεκλεισαν τας θυρας του ναου και εσβεσαν τους λυχνους και θυμιαμα ουκ εθυμιασαν και ολοκαυτωματα ου προσηνεγκαν εν τω αγιω θεω ισραηλ
8
και ωργισθη οργη κυριος επι τον ιουδαν και επι την ιερουσαλημ και εδωκεν αυτους εις εκστασιν και εις αφανισμον και εις συρισμον ως υμεις ορατε τοις οφθαλμοις υμων
9
και ιδου πεπληγασιν οι πατερες υμων μαχαιρα και οι υιοι υμων και αι θυγατερες υμων και αι γυναικες υμων εν αιχμαλωσια εν γη ουκ αυτων ο και νυν εστιν
10
επι τουτοις νυν εστιν επι καρδιας διαθεσθαι διαθηκην κυριου θεου ισραηλ και αποστρεψει την οργην θυμου αυτου αφ' ημων
11
και νυν μη διαλιπητε οτι εν υμιν ηρετικεν κυριος στηναι εναντιον αυτου λειτουργειν και ειναι αυτω λειτουργουντας και θυμιωντας
12
και ανεστησαν οι λευιται μααθ ο του αμασι και ιωηλ ο του αζαριου εκ των υιων κααθ και εκ των υιων μεραρι κις ο του αβδι και αζαριας ο του ιαλλεληλ και απο των υιων γεδσωνι ιωα ο του ζεμμαθ και ιωδαν ο του ιωαχα
13
και των υιων ελισαφαν σαμβρι και ιιηλ και των υιων ασαφ ζαχαριας και μαθθανιας
14
και των υιων αιμαν ιιηλ και σεμει και των υιων ιδιθων σαμαιας και οζιηλ
15
και συνηγαγον τους αδελφους αυτων και ηγνισθησαν κατα την εντολην του βασιλεως δια προσταγματος κυριου καθαρισαι τον οικον κυριου
16
και εισηλθον οι ιερεις εσω εις τον οικον κυριου αγνισαι και εξεβαλον πασαν την ακαθαρσιαν την ευρεθεισαν εν τω οικω κυριου και εις την αυλην οικου κυριου και εδεξαντο οι λευιται εκβαλειν εις τον χειμαρρουν κεδρων εξω
17
και ηρξαντο τη ημερα τη πρωτη νουμηνια του μηνος του πρωτου αγνισαι και τη ημερα τη ογδοη του μηνος εισηλθαν εις τον ναον κυριου και ηγνισαν τον οικον κυριου εν ημεραις οκτω και τη ημερα τη εκκαιδεκατη του μηνος του πρωτου συνετελεσαν
18
και εισηλθαν εσω προς εζεκιαν τον βασιλεα και ειπαν ηγνισαμεν παντα τα εν οικω κυριου το θυσιαστηριον της ολοκαυτωσεως και τα σκευη αυτου και την τραπεζαν της προθεσεως και τα σκευη αυτης
19
και παντα τα σκευη α εμιανεν αχαζ ο βασιλευς εν τη βασιλεια αυτου εν τη αποστασια αυτου ητοιμακαμεν και ηγνικαμεν ιδου εστιν εναντιον του θυσιαστηριου κυριου
20
και ωρθρισεν εζεκιας ο βασιλευς και συνηγαγεν τους αρχοντας της πολεως και ανεβη εις οικον κυριου
21
και ανηνεγκεν μοσχους επτα κριους επτα αμνους επτα χιμαρους αιγων επτα περι αμαρτιας περι της βασιλειας και περι των αγιων και περι ισραηλ και ειπεν τοις υιοις ααρων τοις ιερευσιν αναβαινειν επι το θυσιαστηριον κυριου
22
και εθυσαν τους μοσχους και εδεξαντο οι ιερεις το αιμα και προσεχεον επι το θυσιαστηριον και εθυσαν τους κριους και προσεχεον το αιμα επι το θυσιαστηριον και εθυσαν τους αμνους και περιεχεον το αιμα τω θυσιαστηριω
23
και προσηγαγον τους χιμαρους τους περι αμαρτιας εναντιον του βασιλεως και της εκκλησιας και επεθηκαν τας χειρας αυτων επ' αυτους
24
και εθυσαν αυτους οι ιερεις και εξιλασαντο το αιμα αυτων προς το θυσιαστηριον και εξιλασαντο περι παντος ισραηλ οτι περι παντος ισραηλ ειπεν ο βασιλευς η ολοκαυτωσις και τα περι αμαρτιας
25
και εστησεν τους λευιτας εν οικω κυριου εν κυμβαλοις και εν ναβλαις και εν κινυραις κατα την εντολην δαυιδ του βασιλεως και γαδ του ορωντος τω βασιλει και ναθαν του προφητου οτι δι' εντολης κυριου το προσταγμα εν χειρι των προφητων
26
και εστησαν οι λευιται εν οργανοις δαυιδ και οι ιερεις ταις σαλπιγξιν
27
και ειπεν εζεκιας ανενεγκαι την ολοκαυτωσιν επι το θυσιαστηριον και εν τω αρξασθαι αναφερειν την ολοκαυτωσιν ηρξαντο αδειν κυριω και αι σαλπιγγες προς τα οργανα δαυιδ βασιλεως ισραηλ
28
και πασα η εκκλησια προσεκυνει και οι ψαλτωδοι αδοντες και αι σαλπιγγες σαλπιζουσαι εως ου συνετελεσθη η ολοκαυτωσις
29
και ως συνετελεσαν αναφεροντες εκαμψεν ο βασιλευς και παντες οι ευρεθεντες και προσεκυνησαν
30
και ειπεν εζεκιας ο βασιλευς και οι αρχοντες τοις λευιταις υμνειν τον κυριον εν λογοις δαυιδ και ασαφ του προφητου και υμνουν εν ευφροσυνη και επεσον και προσεκυνησαν
31
και απεκριθη εζεκιας και ειπεν νυν επληρωσατε τας χειρας υμων κυριω προσαγαγετε και φερετε θυσιας και αινεσεως εις οικον κυριου και ανηνεγκεν η εκκλησια θυσιας και αινεσεως εις οικον κυριου και πας προθυμος τη καρδια ολοκαυτωσεις
32
και εγενετο ο αριθμος της ολοκαυτωσεως ης ανηνεγκεν η εκκλησια μοσχοι εβδομηκοντα κριοι εκατον αμνοι διακοσιοι εις ολοκαυτωσιν κυριω παντα ταυτα
33
και οι ηγιασμενοι μοσχοι εξακοσιοι προβατα τρισχιλια
34
αλλ' η οι ιερεις ολιγοι ησαν και ουκ εδυναντο δειραι την ολοκαυτωσιν και αντελαβοντο αυτων οι αδελφοι αυτων οι λευιται εως ου συνετελεσθη το εργον και εως ου ηγνισθησαν οι ιερεις οτι οι λευιται προθυμως ηγνισθησαν παρα τους ιερεις
35
και η ολοκαυτωσις πολλη εν τοις στεασιν της τελειωσεως του σωτηριου και των σπονδων της ολοκαυτωσεως και κατωρθωθη το εργον εν οικω κυριου
36
και ηυφρανθη εζεκιας και πας ο λαος δια το ητοιμακεναι τον θεον τω λαω οτι εξαπινα εγενετο ο λογος