1
και ηρξατο σαλωμων του οικοδομειν τον οικον κυριου εν ιερουσαλημ εν ορει του αμορια ου ωφθη κυριος τω δαυιδ πατρι αυτου εν τω τοπω ω ητοιμασεν δαυιδ εν αλω ορνα του ιεβουσαιου
2
και ηρξατο οικοδομησαι εν τω μηνι τω δευτερω εν τω ετει τω τεταρτω της βασιλειας αυτου
3
και ταυτα ηρξατο σαλωμων του οικοδομησαι τον οικον του θεου μηκος πηχεων η διαμετρησις η πρωτη πηχεων εξηκοντα και ευρος πηχεων εικοσι
4
και αιλαμ κατα προσωπον του οικου μηκος επι προσωπον πλατους του οικου πηχεων εικοσι και υψος πηχεων εκατον εικοσι και κατεχρυσωσεν αυτον εσωθεν χρυσιω καθαρω
5
και τον οικον τον μεγαν εξυλωσεν ξυλοις κεδρινοις και κατεχρυσωσεν χρυσιω καθαρω και εγλυψεν επ' αυτου φοινικας και χαλαστα
6
και εκοσμησεν τον οικον λιθοις τιμιοις εις δοξαν και χρυσιω χρυσιου του εκ φαρουαιμ
7
και εχρυσωσεν τον οικον και τους τοιχους και τους πυλωνας και τα οροφωματα και τα θυρωματα χρυσιω και εγλυψεν χερουβιν επι των τοιχων
8
και εποιησεν τον οικον του αγιου των αγιων μηκος αυτου επι προσωπον πλατους πηχεων εικοσι και το ευρος πηχεων εικοσι και κατεχρυσωσεν αυτον χρυσιω καθαρω εις χερουβιν εις ταλαντα εξακοσια
9
και ολκη των ηλων ολκη του ενος πεντηκοντα σικλοι χρυσιου και το υπερωον εχρυσωσεν χρυσιω
10
και εποιησεν εν τω οικω τω αγιω των αγιων χερουβιν δυο εργον εκ ξυλων και εχρυσωσεν αυτα χρυσιω
11
και αι πτερυγες των χερουβιν το μηκος πηχεων εικοσι και η πτερυξ η μια πηχεων πεντε απτομενη του τοιχου του οικου και η πτερυξ η ετερα πηχεων πεντε απτομενη της πτερυγος του χερουβ του ετερου
12
και η πτερυξ του χερουβ του ενος πηχεων πεντε απτομενη του τοιχου του οικου και η πτερυξ η ετερα πηχεων πεντε απτομενη του πτερυγος του χερουβ του ετερου
13
και αι πτερυγες των χερουβιν διαπεπετασμεναι πηχεων εικοσι και αυτα εστηκοτα επι τους ποδας αυτων και τα προσωπα αυτων εις τον οικον
14
και εποιησεν το καταπετασμα εξ υακινθου και πορφυρας και κοκκινου και βυσσου και υφανεν εν αυτω χερουβιν
15
και εποιησεν εμπροσθεν του οικου στυλους δυο πηχεων τριακοντα πεντε το υψος και τας κεφαλας αυτων πηχεων πεντε
16
και εποιησεν σερσερωθ εν τω δαβιρ και εδωκεν επι των κεφαλων των στυλων και εποιησεν ροισκους εκατον και επεθηκεν επι των χαλαστων
17
και εστησεν τους στυλους κατα προσωπον του ναου ενα εκ δεξιων και τον ενα εξ ευωνυμων και εκαλεσεν το ονομα του εκ δεξιων κατορθωσις και το ονομα του εξ αριστερων ισχυς