1
και ως συνετελεσθη παντα ταυτα εξηλθεν πας ισραηλ οι ευρεθεντες εν πολεσιν ιουδα και συνετριψαν τας στηλας και εξεκοψαν τα αλση και κατεσπασαν τα υψηλα και τους βωμους απο πασης της ιουδαιας και βενιαμιν και εξ εφραιμ και απο μανασση εως εις τελος και επεστρεψαν πας ισραηλ εκαστος εις την κληρονομιαν αυτου και εις τας πολεις αυτων
2
και εταξεν εζεκιας τας εφημεριας των ιερεων και των λευιτων και τας εφημεριας εκαστου κατα την εαυτου λειτουργιαν τοις ιερευσιν και τοις λευιταις εις την ολοκαυτωσιν και εις την θυσιαν του σωτηριου και αινειν και εξομολογεισθαι και λειτουργειν εν ταις πυλαις εν ταις αυλαις οικου κυριου
3
και μερις του βασιλεως εκ των υπαρχοντων αυτου εις τας ολοκαυτωσεις την πρωινην και την δειλινην και ολοκαυτωσεις εις σαββατα και εις τας νουμηνιας και εις τας εορτας τας γεγραμμενας εν τω νομω κυριου
4
και ειπεν τω λαω τοις κατοικουσιν εν ιερουσαλημ δουναι την μεριδα των ιερεων και των λευιτων οπως κατισχυσωσιν εν τη λειτουργια οικου κυριου
5
και ως προσεταξεν τον λογον επλεονασαν οι υιοι ισραηλ απαρχην σιτου και οινου και ελαιου και μελιτος και παν γενημα αγρου και επιδεκατα παντα εις πληθος ηνεγκαν
6
οι υιοι ισραηλ και ιουδα και οι κατοικουντες εν ταις πολεσιν ιουδα και αυτοι ηνεγκαν επιδεκατα μοσχων και προβατων και επιδεκατα αιγων και ηγιασαν τω κυριω θεω αυτων και εισηνεγκαν και εθηκαν σωρους σωρους
7
εν τω μηνι τω τριτω ηρξαντο οι σωροι θεμελιουσθαι και εν τω εβδομω μηνι συνετελεσθησαν
8
και ηλθεν εζεκιας και οι αρχοντες και ειδον τους σωρους και ηυλογησαν τον κυριον και τον λαον αυτου ισραηλ
9
και επυνθανετο εζεκιας των ιερεων και των λευιτων υπερ των σωρων
10
και ειπεν προς αυτον αζαριας ο ιερευς ο αρχων εις οικον σαδωκ και ειπεν εξ ου ηρκται η απαρχη φερεσθαι εις οικον κυριου εφαγομεν και επιομεν και κατελιπομεν οτι κυριος ηυλογησεν τον λαον αυτου και κατελιπομεν ετι το πληθος τουτο
11
και ειπεν εζεκιας ετοιμασαι παστοφορια εις οικον κυριου και ητοιμασαν
12
και εισηνεγκαν εκει τας απαρχας και τα επιδεκατα εν πιστει και επ' αυτων επιστατης χωνενιας ο λευιτης και σεμει ο αδελφος αυτου διαδεχομενος
13
και ιιηλ και οζαζιας και ναεθ και ασαηλ και ιεριμωθ και ιωζαβαθ και ελιηλ και σαμαχια και μααθ και βαναιας και οι υιοι αυτου καθεσταμενοι δια χωνενιου και σεμει του αδελφου αυτου καθως προσεταξεν ο βασιλευς εζεκιας και αζαριας ο ηγουμενος οικου κυριου
14
και κωρη ο του ιεμνα ο λευιτης ο πυλωρος κατα ανατολας επι των δοματων δουναι τας απαρχας κυριω και τα αγια των αγιων
15
δια χειρος οδομ και βενιαμιν και ιησους και σεμει και αμαριας και σεχονιας δια χειρος των ιερεων εν πιστει δουναι τοις αδελφοις αυτων κατα τας εφημεριας κατα τον μεγαν και τον μικρον
16
εκτος της επιγονης των αρσενικων απο τριετους και επανω παντι τω εισπορευομενω εις οικον κυριου εις λογον ημερων εις ημεραν εις λειτουργιαν εφημεριαις διαταξεως αυτων
17
ουτος ο καταλοχισμος των ιερεων κατ' οικους πατριων και οι λευιται εν ταις εφημεριαις αυτων απο εικοσαετους και επανω εν διαταξει
18
εν καταλοχιαις εν παση επιγονη υιων αυτων και θυγατερων αυτων εις παν το πληθος οτι εν πιστει ηγνισαν το αγιον
19
τοις υιοις ααρων τοις ιερατευουσιν και οι απο των πολεων αυτων εν παση πολει και πολει ανδρες οι ωνομασθησαν εν ονοματι δουναι μεριδα παντι αρσενικω εν τοις ιερευσιν και παντι καταριθμουμενω εν τοις λευιταις
20
και εποιησεν ουτως εζεκιας εν παντι ιουδα και εποιησεν το καλον και το ευθες εναντιον του κυριου θεου αυτου
21
και εν παντι εργω εν ω ηρξατο εν εργασια εν οικω κυριου και εν τω νομω και εν τοις προσταγμασιν εξεζητησεν τον θεον αυτου εξ ολης ψυχης αυτου και εποιησεν και ευοδωθη