1
και μετα τους λογους τουτους και την αληθειαν ταυτην ηλθεν σενναχηριμ βασιλευς ασσυριων και ηλθεν επι ιουδαν και παρενεβαλεν επι τας πολεις τας τειχηρεις και ειπεν προκαταλαβεσθαι αυτας
2
και ειδεν εζεκιας οτι ηκει σενναχηριμ και το προσωπον αυτου του πολεμησαι επι ιερουσαλημ
3
και εβουλευσατο μετα των πρεσβυτερων αυτου και των δυνατων εμφραξαι τα υδατα των πηγων α ην εξω της πολεως και συνεπισχυσαν αυτω
4
και συνηγαγεν λαον πολυν και ενεφραξεν τα υδατα των πηγων και τον ποταμον τον διοριζοντα δια της πολεως λεγων μη ελθη βασιλευς ασσουρ και ευρη υδωρ πολυ και κατισχυση
5
και κατισχυσεν εζεκιας και ωκοδομησεν παν το τειχος το κατεσκαμμενον και πυργους και εξω προτειχισμα αλλο και κατισχυσεν το αναλημμα πολεως δαυιδ και κατεσκευασεν οπλα πολλα
6
και εθετο αρχοντας του πολεμου επι τον λαον και συνηχθησαν προς αυτον εις την πλατειαν της πυλης της φαραγγος και ελαλησεν επι καρδιαν αυτων λεγων
7
ισχυσατε και ανδριζεσθε μη πτοηθητε απο προσωπου βασιλεως ασσουρ και απο προσωπου παντος του εθνους του μετ' αυτου οτι μεθ' ημων πλειονες η μετ' αυτου
8
μετ' αυτου βραχιονες σαρκινοι μεθ' ημων δε κυριος ο θεος ημων του σωζειν και του πολεμειν τον πολεμον ημων και κατεθαρσησεν ο λαος επι τοις λογοις εζεκιου βασιλεως ιουδα
9
και μετα ταυτα απεστειλεν σενναχηριμ βασιλευς ασσυριων τους παιδας αυτου επι ιερουσαλημ και αυτος επι λαχις και πασα η στρατια μετ' αυτου και απεστειλεν προς εζεκιαν βασιλεα ιουδα και προς παντα ιουδαν τον εν ιερουσαλημ λεγων
10
ουτως λεγει σενναχηριμ ο βασιλευς ασσυριων επι τινι υμεις πεποιθατε και καθησθε εν τη περιοχη εν ιερουσαλημ
11
ουχι εζεκιας απατα υμας του παραδουναι υμας εις θανατον και εις λιμον και εις διψαν λεγων κυριος ο θεος ημων σωσει ημας εκ χειρος βασιλεως ασσουρ
12
ουχ ουτος εστιν εζεκιας ος περιειλεν τα θυσιαστηρια αυτου και τα υψηλα αυτου και ειπεν τω ιουδα και τοις κατοικουσιν ιερουσαλημ λεγων κατεναντι του θυσιαστηριου τουτου προσκυνησετε και επ' αυτω θυμιασετε
13
ου γνωσεσθε ο τι εποιησα εγω και οι πατερες μου πασι τοις λαοις των χωρων μη δυναμενοι ηδυναντο θεοι των εθνων πασης της γης σωσαι τον λαον αυτων εκ χειρος μου
14
τις εν πασι τοις θεοις των εθνων τουτων ους εξωλεθρευσαν οι πατερες μου μη ηδυναντο σωσαι τον λαον αυτων εκ χειρος μου οτι δυνησεται ο θεος υμων σωσαι υμας εκ χειρος μου
15
νυν μη απατατω υμας εζεκιας και μη πεποιθεναι υμας ποιειτω κατα ταυτα και μη πιστευετε αυτω οτι ου μη δυνηται ο θεος παντος εθνους και βασιλειας του σωσαι τον λαον αυτου εκ χειρος μου και εκ χειρος πατερων μου οτι ο θεος υμων ου μη σωσει υμας εκ χειρος μου
16
και ετι ελαλησαν οι παιδες αυτου επι κυριον θεον και επι εζεκιαν παιδα αυτου
17
και βιβλιον εγραψεν ονειδιζειν τον κυριον θεον ισραηλ και ειπεν περι αυτου λεγων ως θεοι των εθνων της γης ουκ εξειλαντο τους λαους αυτων εκ χειρος μου ουτως ου μη εξεληται ο θεος εζεκιου λαον αυτου εκ χειρος μου
18
και εβοησεν φωνη μεγαλη ιουδαιστι επι λαον ιερουσαλημ τον επι του τειχους του φοβησαι αυτους και κατασπασαι οπως προκαταλαβωνται την πολιν
19
και ελαλησεν επι θεον ιερουσαλημ ως και επι θεους λαων της γης εργα χειρων ανθρωπων
20
και προσηυξατο εζεκιας ο βασιλευς και ησαιας υιος αμως ο προφητης περι τουτων και εβοησαν εις τον ουρανον
21
και απεστειλεν κυριος αγγελον και εξετριψεν παν δυνατον πολεμιστην και αρχοντα και στρατηγον εν τη παρεμβολη βασιλεως ασσουρ και απεστρεψεν μετα αισχυνης προσωπου εις την γην αυτου και ηλθεν εις οικον του θεου αυτου και των εξελθοντων εκ κοιλιας αυτου κατεβαλον αυτον εν ρομφαια
22
και εσωσεν κυριος εζεκιαν και τους κατοικουντας εν ιερουσαλημ εκ χειρος σενναχηριμ βασιλεως ασσουρ και εκ χειρος παντων και κατεπαυσεν αυτους κυκλοθεν
23
και πολλοι εφερον δωρα τω κυριω εις ιερουσαλημ και δοματα τω εζεκια βασιλει ιουδα και υπερηρθη κατ' οφθαλμους παντων των εθνων μετα ταυτα
24
εν ταις ημεραις εκειναις ηρρωστησεν εζεκιας εως θανατου και προσηυξατο προς κυριον και επηκουσεν αυτου και σημειον εδωκεν αυτω
25
και ου κατα το ανταποδομα ο εδωκεν αυτω ανταπεδωκεν εζεκιας αλλα υψωθη η καρδια αυτου και εγενετο επ' αυτον οργη και επι ιουδαν και ιερουσαλημ
26
και εταπεινωθη εζεκιας απο του υψους της καρδιας αυτου και οι κατοικουντες ιερουσαλημ και ουκ επηλθεν επ' αυτους οργη κυριου εν ταις ημεραις εζεκιου
27
και εγενετο τω εζεκια πλουτος και δοξα πολλη σφοδρα και θησαυρους εποιησεν εαυτω αργυριου και χρυσιου και του λιθου του τιμιου και εις τα αρωματα και οπλοθηκας και εις σκευη επιθυμητα
28
και πολεις εις τα γενηματα σιτου και ελαιου και οινου και φατνας παντος κτηνους και μανδρας εις τα ποιμνια
29
και πολεις ας ωκοδομησεν αυτω και αποσκευην προβατων και βοων εις πληθος οτι εδωκεν αυτω κυριος αποσκευην πολλην σφοδρα
30
αυτος εζεκιας ενεφραξεν την εξοδον του υδατος γιων το ανω και κατηυθυνεν αυτα κατω προς λιβα της πολεως δαυιδ και ευοδωθη εζεκιας εν πασι τοις εργοις αυτου
31
και ουτως τοις πρεσβευταις των αρχοντων απο βαβυλωνος τοις αποσταλεισιν προς αυτον πυθεσθαι παρ' αυτου το τερας ο εγενετο επι της γης και εγκατελιπεν αυτον κυριος του πειρασαι αυτον ειδεναι τα εν τη καρδια αυτου
32
και τα καταλοιπα των λογων εζεκιου και το ελεος αυτου ιδου γεγραπται εν τη προφητεια ησαιου υιου αμως του προφητου και επι βιβλιου βασιλεων ιουδα και ισραηλ
33
και εκοιμηθη εζεκιας μετα των πατερων αυτου και εθαψαν αυτον εν αναβασει ταφων υιων δαυιδ και δοξαν και τιμην εδωκαν αυτω εν τω θανατω αυτου πας ιουδα και οι κατοικουντες εν ιερουσαλημ και εβασιλευσεν μανασσης υιος αυτου αντ' αυτου