1
ων οκτω ετων ιωσιας εν τω βασιλευσαι αυτον και τριακοντα εν ετος εβασιλευσεν εν ιερουσαλημ
2
και εποιησεν το ευθες εναντιον κυριου και επορευθη εν οδοις δαυιδ του πατρος αυτου και ουκ εξεκλινεν δεξια και αριστερα
3
και εν τω ογδοω ετει της βασιλειας αυτου και αυτος ετι παιδαριον ηρξατο του ζητησαι κυριον τον θεον δαυιδ του πατρος αυτου και εν τω δωδεκατω ετει της βασιλειας αυτου ηρξατο του καθαρισαι τον ιουδαν και την ιερουσαλημ απο των υψηλων και των αλσεων και απο των χωνευτων
4
και κατεσπασεν κατα προσωπον αυτου τα θυσιαστηρια των βααλιμ και τα υψηλα τα επ' αυτων και εκοψεν τα αλση και τα γλυπτα και τα χωνευτα συνετριψεν και ελεπτυνεν και ερριψεν επι προσωπον των μνηματων των θυσιαζοντων αυτοις
5
και οστα ιερεων κατεκαυσεν επι τα θυσιαστηρια και εκαθαρισεν τον ιουδαν και την ιερουσαλημ
6
και εν πολεσιν εφραιμ και μανασση και συμεων και νεφθαλι και τοις τοποις αυτων κυκλω
7
και κατεσπασεν τα αλση και τα θυσιαστηρια και τα ειδωλα κατεκοψεν λεπτα και παντα τα υψηλα εκοψεν απο πασης της γης ισραηλ και απεστρεψεν εις ιερουσαλημ
8
και εν τω οκτωκαιδεκατω ετει της βασιλειας αυτου του καθαρισαι την γην και τον οικον απεστειλεν τον σαφαν υιον εσελια και τον μαασιαν αρχοντα της πολεως και τον ιουαχ υιον ιωαχαζ τον υπομνηματογραφον αυτου κραταιωσαι τον οικον κυριου του θεου αυτου
9
και ηλθον προς χελκιαν τον ιερεα τον μεγαν και εδωκαν το αργυριον το εισενεχθεν εις οικον θεου ο συνηγαγον οι λευιται φυλασσοντες την πυλην εκ χειρος μανασση και εφραιμ και των αρχοντων και απο παντος καταλοιπου εν ισραηλ και υιων ιουδα και βενιαμιν και οικουντων εν ιερουσαλημ
10
και εδωκαν αυτο επι χειρα ποιουντων τα εργα οι καθεσταμενοι εν οικω κυριου και εδωκαν αυτο ποιουσι τα εργα οι εποιουν εν οικω κυριου επισκευασαι κατισχυσαι τον οικον
11
και εδωκαν τοις τεκτοσι και τοις οικοδομοις αγορασαι λιθους τετραπεδους και ξυλα εις δοκους στεγασαι τους οικους ους εξωλεθρευσαν βασιλεις ιουδα
12
και οι ανδρες εν πιστει επι των εργων και επ' αυτων επισκοποι ιεθ και αβδιας οι λευιται εξ υιων μεραρι και ζαχαριας και μοσολλαμ εκ των υιων κααθ επισκοπειν και πας λευιτης πας συνιων εν οργανοις ωδων
13
και επι των νωτοφορων και επι παντων των ποιουντων τα εργα εργασια και εργασια και απο των λευιτων γραμματεις και κριται και πυλωροι
14
και εν τω εκφερειν αυτους το αργυριον το εισοδιασθεν εις οικον κυριου ευρεν χελκιας ο ιερευς βιβλιον νομου κυριου δια χειρος μωυση
15
και απεκριθη χελκιας και ειπεν προς σαφαν τον γραμματεα βιβλιον νομου ευρον εν οικω κυριου και εδωκεν χελκιας το βιβλιον τω σαφαν
16
και εισηνεγκεν σαφαν το βιβλιον προς τον βασιλεα και απεδωκεν ετι τω βασιλει λογον παν το δοθεν αργυριον εν χειρι των παιδων σου των ποιουντων το εργον
17
και εχωνευσαν το αργυριον το ευρεθεν εν οικω κυριου και εδωκαν επι χειρα των επισκοπων και επι χειρα των ποιουντων εργασιαν
18
και απηγγειλεν σαφαν ο γραμματευς τω βασιλει λεγων βιβλιον εδωκεν μοι χελκιας ο ιερευς και ανεγνω αυτο σαφαν εναντιον του βασιλεως
19
και εγενετο ως ηκουσεν ο βασιλευς τους λογους του νομου και διερρηξεν τα ιματια αυτου
20
και ενετειλατο ο βασιλευς τω χελκια και τω αχικαμ υιω σαφαν και τω αβδων υιω μιχαια και τω σαφαν τω γραμματει και τω ασαια παιδι του βασιλεως λεγων
21
πορευθητε ζητησατε τον κυριον περι εμου και περι παντος του καταλειφθεντος εν ισραηλ και ιουδα περι των λογων του βιβλιου του ευρεθεντος οτι μεγας ο θυμος κυριου εκκεκαυται εν ημιν διοτι ουκ εισηκουσαν οι πατερες ημων των λογων κυριου του ποιησαι κατα παντα τα γεγραμμενα εν τω βιβλιω τουτω
22
και επορευθη χελκιας και οις ειπεν ο βασιλευς προς ολδαν την προφητιν γυναικα σελλημ υιου θακουαθ υιου χελλης φυλασσουσαν τας στολας και αυτη κατωκει εν ιερουσαλημ εν μασανα και ελαλησαν αυτη κατα ταυτα
23
και ειπεν αυτοις ουτως ειπεν κυριος ο θεος ισραηλ ειπατε τω ανδρι τω αποστειλαντι υμας προς με
24
ουτως λεγει κυριος ιδου εγω επαγω κακα επι τον τοπον τουτον τους παντας λογους τους γεγραμμενους εν τω βιβλιω τω ανεγνωσμενω εναντιον του βασιλεως ιουδα
25
ανθ' ων εγκατελιπον με και εθυμιασαν θεοις αλλοτριοις ινα παροργισωσιν με εν πασιν τοις εργοις των χειρων αυτων και εξεκαυθη ο θυμος μου εν τω τοπω τουτω και ου σβεσθησεται
26
και επι βασιλεα ιουδα τον αποστειλαντα υμας του ζητησαι τον κυριον ουτως ερειτε αυτω ουτως λεγει κυριος ο θεος ισραηλ τους λογους ους ηκουσας
27
και ενετραπη η καρδια σου και εταπεινωθης απο προσωπου μου εν τω ακουσαι σε τους λογους μου επι τον τοπον τουτον και επι τους κατοικουντας αυτον και εταπεινωθης εναντιον μου και διερρηξας τα ιματια σου και εκλαυσας κατεναντιον μου και εγω ηκουσα φησιν κυριος
28
ιδου προστιθημι σε προς τους πατερας σου και προστεθηση προς τα μνηματα σου εν ειρηνη και ουκ οψονται οι οφθαλμοι σου εν πασιν τοις κακοις οις εγω επαγω επι τον τοπον τουτον και επι τους κατοικουντας αυτον και απεδωκαν τω βασιλει λογον
29
και απεστειλεν ο βασιλευς και συνηγαγεν τους πρεσβυτερους ιουδα και ιερουσαλημ
30
και ανεβη ο βασιλευς εις οικον κυριου και πας ιουδα και οι κατοικουντες ιερουσαλημ και οι ιερεις και οι λευιται και πας ο λαος απο μεγαλου εως μικρου και ανεγνω εν ωσιν αυτων τους παντας λογους βιβλιου της διαθηκης του ευρεθεντος εν οικω κυριου
31
και εστη ο βασιλευς επι τον στυλον και διεθετο διαθηκην εναντιον κυριου του πορευθηναι ενωπιον κυριου του φυλασσειν τας εντολας αυτου και μαρτυρια αυτου και προσταγματα αυτου εν ολη καρδια και εν ολη ψυχη τους λογους της διαθηκης τους γεγραμμενους επι τω βιβλιω τουτω
32
και εστησεν παντας τους ευρεθεντας εν ιερουσαλημ και βενιαμιν και εποιησαν οι κατοικουντες ιερουσαλημ διαθηκην εν οικω κυριου θεου πατερων αυτων
33
και περιειλεν ιωσιας τα παντα βδελυγματα εκ πασης της γης η ην υιων ισραηλ και εποιησεν παντας τους ευρεθεντας εν ιερουσαλημ και εν ισραηλ του δουλευειν κυριω θεω αυτων πασας τας ημερας αυτου ουκ εξεκλινεν απο οπισθεν κυριου θεου πατερων αυτου