1
και ελαβεν ο λαος της γης τον ιωαχαζ υιον ιωσιου και εχρισαν αυτον και κατεστησαν αυτον εις βασιλεα αντι του πατρος αυτου εν ιερουσαλημ
2
υιος εικοσι και τριων ετων ιωαχαζ εν τω βασιλευειν αυτον και τριμηνον εβασιλευσεν εν ιερουσαλημ [2α] και ονομα της μητρος αυτου αμιταλ θυγατηρ ιερεμιου εκ λοβενα [2β] και εποιησεν το πονηρον ενωπιον κυριου κατα παντα α εποιησαν οι πατερες αυτου [2χ] και εδησεν αυτον φαραω νεχαω εν δεβλαθα εν γη εμαθ του μη βασιλευειν αυτον εν ιερουσαλημ
3
και μετηγαγεν αυτον ο βασιλευς εις αιγυπτον και επεβαλεν φορον επι την γην εκατον ταλαντα αργυριου και ταλαντον χρυσιου
4
και κατεστησεν φαραω νεχαω τον ελιακιμ υιον ιωσιου βασιλεα ιουδα αντι ιωσιου του πατρος αυτου και μετεστρεψεν το ονομα αυτου ιωακιμ και τον ιωαχαζ αδελφον αυτου ελαβεν φαραω νεχαω και εισηγαγεν αυτον εις αιγυπτον και απεθανεν εκει [4α] και το αργυριον και το χρυσιον εδωκαν τω φαραω τοτε ηρξατο η γη φορολογεισθαι του δουναι το αργυριον επι στομα φαραω και εκαστος κατα δυναμιν απητει το αργυριον και το χρυσιον παρα του λαου της γης δουναι τω φαραω νεχαω
5
ων εικοσι και πεντε ετων ιωακιμ εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου ζεχωρα θυγατηρ νηριου εκ ραμα και εποιησεν το πονηρον εναντιον κυριου κατα παντα οσα εποιησαν οι πατερες αυτου [5α] εν ταις ημεραις αυτου ηλθεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος εις την γην και ην αυτω δουλευων τρια ετη και απεστη απ' αυτου [5β] και απεστειλεν κυριος επ' αυτους τους χαλδαιους και ληστηρια συρων και ληστηρια μωαβιτων και υιων αμμων και της σαμαρειας και απεστησαν μετα τον λογον τουτον κατα τον λογον κυριου εν χειρι των παιδων αυτου των προφητων [5χ] πλην θυμος κυριου ην επι ιουδαν του αποστησαι αυτον απο προσωπου αυτου δια τας αμαρτιας μανασση εν πασιν οις εποιησεν [5δ] και εν αιματι αθωω ω εξεχεεν ιωακιμ και επλησεν την ιερουσαλημ αιματος αθωου και ουκ ηθελησεν κυριος εξολεθρευσαι αυτους
6
και ανεβη επ' αυτον ναβουχοδονοσορ βασιλευς βαβυλωνος και εδησεν αυτον εν χαλκαις πεδαις και απηγαγεν αυτον εις βαβυλωνα
7
και μερος των σκευων οικου κυριου απηνεγκεν εις βαβυλωνα και εθηκεν αυτα εν τω ναω αυτου εν βαβυλωνι
8
και τα λοιπα των λογων ιωακιμ και παντα α εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα και εκοιμηθη ιωακιμ μετα των πατερων αυτου και εταφη εν γανοζα μετα των πατερων αυτου και εβασιλευσεν ιεχονιας υιος αυτου αντ' αυτου
9
υιος οκτωκαιδεκα ετων ιεχονιας εν τω βασιλευειν αυτον και τριμηνον και δεκα ημερας εβασιλευσεν εν ιερουσαλημ και εποιησεν το πονηρον ενωπιον κυριου
10
και επιστρεφοντος του ενιαυτου απεστειλεν ο βασιλευς ναβουχοδονοσορ και εισηνεγκεν αυτον εις βαβυλωνα μετα των σκευων των επιθυμητων οικου κυριου και εβασιλευσεν σεδεκιαν αδελφον του πατρος αυτου επι ιουδαν και ιερουσαλημ
11
ετων εικοσι ενος σεδεκιας εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν ιερουσαλημ
12
και εποιησεν το πονηρον ενωπιον κυριου θεου αυτου ουκ ενετραπη απο προσωπου ιερεμιου του προφητου και εκ στοματος κυριου
13
εν τω τα προς τον βασιλεα ναβουχοδονοσορ αθετησαι α ωρκισεν αυτον κατα του θεου και εσκληρυνεν τον τραχηλον αυτου και την καρδιαν αυτου κατισχυσεν του μη επιστρεψαι προς κυριον θεον ισραηλ
14
και παντες οι ενδοξοι ιουδα και οι ιερεις και ο λαος της γης επληθυναν του αθετησαι αθετηματα βδελυγματων εθνων και εμιαναν τον οικον κυριου τον εν ιερουσαλημ
15
και εξαπεστειλεν κυριος ο θεος των πατερων αυτων εν χειρι προφητων ορθριζων και αποστελλων τους αγγελους αυτου οτι ην φειδομενος του λαου αυτου και του αγιασματος αυτου
16
και ησαν μυκτηριζοντες τους αγγελους αυτου και εξουδενουντες τους λογους αυτου και εμπαιζοντες εν τοις προφηταις αυτου εως ανεβη ο θυμος κυριου εν τω λαω αυτου εως ουκ ην ιαμα
17
και ηγαγεν επ' αυτους βασιλεα χαλδαιων και απεκτεινεν τους νεανισκους αυτων εν ρομφαια εν οικω αγιασματος αυτου και ουκ εφεισατο του σεδεκιου και τας παρθενους αυτων ουκ ηλεησαν και τους πρεσβυτερους αυτων απηγαγον τα παντα παρεδωκεν εν χερσιν αυτων
18
και παντα τα σκευη οικου θεου τα μεγαλα και τα μικρα και τους θησαυρους και παντας τους θησαυρους βασιλεως και μεγιστανων παντα εισηνεγκεν εις βαβυλωνα
19
και ενεπρησεν τον οικον κυριου και κατεσκαψεν το τειχος ιερουσαλημ και τας βαρεις αυτης ενεπρησεν εν πυρι και παν σκευος ωραιον εις αφανισμον
20
και απωκισεν τους καταλοιπους εις βαβυλωνα και ησαν αυτω και τοις υιοις αυτου εις δουλους εως βασιλειας μηδων
21
του πληρωθηναι λογον κυριου δια στοματος ιερεμιου εως του προσδεξασθαι την γην τα σαββατα αυτης σαββατισαι πασας τας ημερας της ερημωσεως αυτης εσαββατισεν εις συμπληρωσιν ετων εβδομηκοντα
22
ετους πρωτου κυρου βασιλεως περσων μετα το πληρωθηναι ρημα κυριου δια στοματος ιερεμιου εξηγειρεν κυριος το πνευμα κυρου βασιλεως περσων και παρηγγειλεν κηρυξαι εν παση τη βασιλεια αυτου εν γραπτω λεγων
23
ταδε λεγει κυρος βασιλευς περσων πασας τας βασιλειας της γης εδωκεν μοι κυριος ο θεος του ουρανου και αυτος ενετειλατο μοι οικοδομησαι αυτω οικον εν ιερουσαλημ εν τη ιουδαια τις εξ υμων εκ παντος του λαου αυτου εσται ο θεος αυτου μετ' αυτου και αναβητω .