1
και εποιησεν το θυσιαστηριον χαλκουν πηχεων εικοσι μηκος και το ευρος πηχεων εικοσι υψος πηχεων δεκα
2
και εποιησεν την θαλασσαν χυτην πηχεων δεκα την διαμετρησιν στρογγυλην κυκλοθεν και πηχεων πεντε το υψος και το κυκλωμα πηχεων τριακοντα
3
και ομοιωμα μοσχων υποκατωθεν αυτης κυκλω κυκλουσιν αυτην πηχεις δεκα περιεχουσιν τον λουτηρα κυκλοθεν δυο γενη εχωνευσαν τους μοσχους εν τη χωνευσει αυτων
4
η εποιησαν αυτους δωδεκα μοσχους οι τρεις βλεποντες βορραν και οι τρεις βλεποντες δυσμας και οι τρεις βλεποντες νοτον και οι τρεις βλεποντες κατ' ανατολας και η θαλασσα επ' αυτων ανω ησαν τα οπισθια αυτων εσω
5
και το παχος αυτης παλαιστης και το χειλος αυτης ως χειλος ποτηριου διαγεγλυμμενα βλαστους κρινου χωρουσαν μετρητας τρισχιλιους και εξετελεσεν
6
και εποιησεν λουτηρας δεκα και εθηκεν τους πεντε εκ δεξιων και τους πεντε εξ αριστερων του πλυνειν εν αυτοις τα εργα των ολοκαυτωματων και αποκλυζειν εν αυτοις και η θαλασσα εις το νιπτεσθαι τους ιερεις εν αυτη
7
και εποιησεν τας λυχνιας τας χρυσας δεκα κατα το κριμα αυτων και εθηκεν εν τω ναω πεντε εκ δεξιων και πεντε εξ αριστερων
8
και εποιησεν τραπεζας δεκα και εθηκεν εν τω ναω πεντε εκ δεξιων και πεντε εξ ευωνυμων και εποιησεν φιαλας χρυσας εκατον
9
και εποιησεν την αυλην των ιερεων και την αυλην την μεγαλην και θυρας τη αυλη και θυρωματα αυτων κατακεχαλκωμενα χαλκω
10
και την θαλασσαν εθηκεν απο γωνιας του οικου εκ δεξιων ως προς ανατολας κατεναντι
11
και εποιησεν χιραμ τας κρεαγρας και τα πυρεια και την εσχαραν του θυσιαστηριου και παντα τα σκευη αυτου και συνετελεσεν χιραμ ποιησαι πασαν την εργασιαν ην εποιησεν σαλωμων τω βασιλει εν οικω του θεου
12
στυλους δυο και επ' αυτων γωλαθ τη χωθαρεθ επι των κεφαλων των στυλων δυο και δικτυα δυο συγκαλυψαι τας κεφαλας των χωθαρεθ α εστιν επι των κεφαλων των στυλων
13
και κωδωνας χρυσους τετρακοσιους εις τα δυο δικτυα και δυο γενη ροισκων εν τω δικτυω τω ενι του συγκαλυψαι τας δυο γωλαθ των χωθαρεθ α εστιν επανω των στυλων
14
και τας μεχωνωθ εποιησεν δεκα και τους λουτηρας εποιησεν επι των μεχωνωθ
15
και την θαλασσαν μιαν και τους μοσχους τους δωδεκα υποκατω αυτης
16
και τους ποδιστηρας και τους αναλημπτηρας και τους λεβητας και τας κρεαγρας και παντα τα σκευη αυτων α εποιησεν χιραμ και ανηνεγκεν τω βασιλει σαλωμων εν οικω κυριου χαλκου καθαρου
17
εν τω περιχωρω του ιορδανου εχωνευσεν αυτα ο βασιλευς εν τω παχει της γης εν οικω σοκχωθ και ανα μεσον σιρδαθα
18
και εποιησεν σαλωμων παντα τα σκευη ταυτα εις πληθος σφοδρα οτι ουκ εξελιπεν ολκη του χαλκου
19
και εποιησεν σαλωμων παντα τα σκευη οικου κυριου και το θυσιαστηριον το χρυσουν και τας τραπεζας και επ' αυτων αρτοι προθεσεως
20
και τας λυχνιας και τους λυχνους του φωτος κατα το κριμα και κατα προσωπον του δαβιρ χρυσιου καθαρου
21
και λαβιδες αυτων και οι λυχνοι αυτων και τας φιαλας και τας θυισκας και τα πυρεια χρυσιου καθαρου
22
και η θυρα του οικου η εσωτερα εις τα αγια των αγιων εις τας θυρας του οικου του ναου χρυσας