1
τοτε ειπεν σαλωμων κυριος ειπεν του κατασκηνωσαι εν γνοφω
2
και εγω ωκοδομηκα οικον τω ονοματι σου αγιον σοι και ετοιμον του κατασκηνωσαι εις τους αιωνας
3
και επεστρεψεν ο βασιλευς το προσωπον αυτου και ευλογησεν την πασαν εκκλησιαν ισραηλ και πασα εκκλησια ισραηλ παρειστηκει
4
και ειπεν ευλογητος κυριος ο θεος ισραηλ ος ελαλησεν εν στοματι αυτου προς δαυιδ τον πατερα μου και εν χερσιν αυτου επληρωσεν λεγων
5
απο της ημερας ης ανηγαγον τον λαον μου εκ γης αιγυπτου ουκ εξελεξαμην εν πολει απο πασων φυλων ισραηλ του οικοδομησαι οικον του ειναι ονομα μου εκει και ουκ εξελεξαμην εν ανδρι του ειναι εις ηγουμενον επι τον λαον μου ισραηλ
6
και εξελεξαμην εν ιερουσαλημ γενεσθαι το ονομα μου εκει και εξελεξαμην εν δαυιδ ωστε ειναι επανω του λαου μου ισραηλ
7
και εγενετο επι καρδιαν δαυιδ του πατρος μου του οικοδομησαι οικον τω ονοματι κυριου θεου ισραηλ
8
και ειπεν κυριος προς δαυιδ πατερα μου διοτι εγενετο επι καρδιαν σου του οικοδομησαι οικον τω ονοματι μου καλως εποιησας οτι εγενετο επι καρδιαν σου
9
πλην συ ουκ οικοδομησεις τον οικον οτι ο υιος σου ος εξελευσεται εκ της οσφυος σου ουτος οικοδομησει τον οικον τω ονοματι μου
10
και ανεστησεν κυριος τον λογον αυτου ον ελαλησεν και εγενηθην αντι δαυιδ πατρος μου και εκαθισα επι τον θρονον ισραηλ καθως ελαλησεν κυριος και ωκοδομησα τον οικον τω ονοματι κυριου θεου ισραηλ
11
και εθηκα εκει την κιβωτον εν η εκει διαθηκη κυριου ην διεθετο τω ισραηλ
12
και εστη κατεναντι του θυσιαστηριου κυριου εναντι πασης εκκλησιας ισραηλ και διεπετασεν τας χειρας αυτου
13
οτι εποιησεν σαλωμων βασιν χαλκην και εθηκεν αυτην εν μεσω της αυλης του ιερου πεντε πηχων το μηκος αυτης και πεντε πηχεων το ευρος αυτης και τριων πηχεων το υψος αυτης και εστη επ' αυτης και επεσεν επι τα γονατα εναντι πασης εκκλησιας ισραηλ και διεπετασεν τας χειρας αυτου εις τον ουρανον
14
και ειπεν κυριε ο θεος ισραηλ ουκ εστιν ομοιος σοι θεος εν ουρανω και επι της γης φυλασσων την διαθηκην και το ελεος τοις παισιν σου τοις πορευομενοις εναντιον σου εν ολη καρδια
15
α εφυλαξας τω παιδι σου δαυιδ τω πατρι μου α ελαλησας αυτω λεγων και ελαλησας εν στοματι σου και εν χερσιν σου επληρωσας ως η ημερα αυτη
16
και νυν κυριε ο θεος ισραηλ φυλαξον τω παιδι σου τω δαυιδ τω πατρι μου α ελαλησας αυτω λεγων ουκ εκλειψει σοι ανηρ απο προσωπου μου καθημενος επι θρονου ισραηλ πλην εαν φυλαξωσιν οι υιοι σου την οδον αυτων του πορευεσθαι εν τω νομω μου ως επορευθης εναντιον μου
17
και νυν κυριε ο θεος ισραηλ πιστωθητω δη το ρημα σου ο ελαλησας τω παιδι σου τω δαυιδ
18
οτι ει αληθως κατοικησει θεος μετα ανθρωπων επι της γης ει ο ουρανος και ο ουρανος του ουρανου ουκ αρκεσουσιν σοι και τις ο οικος ουτος ον ωκοδομησα
19
και επιβλεψη επι την προσευχην παιδος σου και επι την δεησιν μου κυριε ο θεος του επακουσαι της δεησεως και της προσευχης ης ο παις σου προσευχεται εναντιον σου σημερον
20
του ειναι οφθαλμους σου ανεωγμενους επι τον οικον τουτον ημερας και νυκτος εις τον τοπον τουτον ον ειπας επικληθηναι το ονομα σου εκει του ακουσαι της προσευχης ης ο παις σου προσευχεται εις τον τοπον τουτον
21
και ακουση της δεησεως του παιδος σου και λαου σου ισραηλ α αν προσευξωνται εις τον τοπον τουτον και συ εισακουση εν τω τοπω της κατοικησεως σου εκ του ουρανου και ακουση και ιλεως εση
22
εαν αμαρτη ανηρ τω πλησιον αυτου και λαβη επ' αυτον αραν του αρασθαι αυτον και ελθη και αρασηται κατεναντι του θυσιαστηριου εν τω οικω τουτω
23
και συ εισακουση εκ του ουρανου και ποιησεις και κρινεις τους δουλους σου του αποδουναι τω ανομω και αποδουναι οδους αυτου εις κεφαλην αυτου του δικαιωσαι δικαιον του αποδουναι αυτω κατα την δικαιοσυνην αυτου
24
και εαν θραυσθη ο λαος σου ισραηλ κατεναντι του εχθρου εαν αμαρτωσιν σοι και επιστρεψωσιν και εξομολογησωνται τω ονοματι σου και προσευξωνται και δεηθωσιν εναντιον σου εν τω οικω τουτω
25
και συ εισακουση εκ του ουρανου και ιλεως εση ταις αμαρτιαις λαου σου ισραηλ και αποστρεψεις αυτους εις την γην ην εδωκας αυτοις και τοις πατρασιν αυτων
26
εν τω συσχεθηναι τον ουρανον και μη γενεσθαι υετον οτι αμαρτησονται σοι και προσευξονται εις τον τοπον τουτον και αινεσουσιν το ονομα σου και απο των αμαρτιων αυτων επιστρεψουσιν οτι ταπεινωσεις αυτους
27
και συ εισακουση εκ του ουρανου και ιλεως εση ταις αμαρτιαις των παιδων σου και του λαου σου ισραηλ οτι δηλωσεις αυτοις την οδον την αγαθην εν η πορευσονται εν αυτη και δωσεις υετον επι την γην σου ην εδωκας τω λαω σου εις κληρονομιαν
28
λιμος εαν γενηται επι της γης θανατος εαν γενηται ανεμοφθορια και ικτερος ακρις και βρουχος εαν γενηται εαν θλιψη αυτον ο εχθρος κατεναντι των πολεων αυτων κατα πασαν πληγην και παν πονον
29
και πασα προσευχη και πασα δεησις η εαν γενηται παντι ανθρωπω και παντι λαω σου ισραηλ εαν γνω ανθρωπος την αφην αυτου και την μαλακιαν αυτου και διαπεταση τας χειρας αυτου εις τον οικον τουτον
30
και συ εισακουση εκ του ουρανου εξ ετοιμου κατοικητηριου σου και ιλαση και δωσεις ανδρι κατα τας οδους αυτου ως αν γνως την καρδιαν αυτου οτι μονος γινωσκεις την καρδιαν υιων ανθρωπων
31
οπως φοβωνται τας οδους σου πασας τας ημερας ας αυτοι ζωσιν επι προσωπου της γης ης εδωκας τοις πατρασιν ημων
32
και πας αλλοτριος ος ουκ εκ του λαου σου ισραηλ εστιν αυτος και ελθη εκ γης μακροθεν δια το ονομα σου το μεγα και την χειρα σου την κραταιαν και τον βραχιονα σου τον υψηλον και ελθωσιν και προσευξωνται εις τον τοπον τουτον
33
και εισακουση εκ του ουρανου εξ ετοιμου κατοικητηριου σου και ποιησεις κατα παντα οσα εαν επικαλεσηται σε ο αλλοτριος οπως γνωσιν παντες οι λαοι της γης το ονομα σου και του φοβεισθαι σε ως ο λαος σου ισραηλ και του γνωναι οτι επικεκληται το ονομα σου επι τον οικον τουτον ον ωκοδομησα
34
εαν δε εξελθη ο λαος σου εις πολεμον επι τους εχθρους αυτου εν οδω η αποστελεις αυτους και προσευξωνται προς σε κατα την οδον της πολεως ταυτης ην εξελεξω εν αυτη και οικου ου ωκοδομησα τω ονοματι σου
35
και ακουση εκ του ουρανου της δεησεως αυτων και της προσευχης αυτων και ποιησεις το δικαιωμα αυτων
36
οτι αμαρτησονται σοι οτι ουκ εσται ανθρωπος ος ουχ αμαρτησεται και παταξεις αυτους και παραδωσεις αυτους κατα προσωπον εχθρων και αιχμαλωτευσουσιν οι αιχμαλωτευοντες αυτους εις γην εχθρων εις γην μακραν η εγγυς
37
και επιστρεψωσιν καρδιαν αυτων εν τη γη αυτων ου μετηχθησαν εκει και γε επιστρεψωσιν και δεηθωσιν σου εν τη αιχμαλωσια αυτων λεγοντες ημαρτομεν ηδικησαμεν ηνομησαμεν
38
και επιστρεψωσιν προς σε εν ολη καρδια και εν ολη ψυχη αυτων εν γη αιχμαλωτευσαντων αυτους και προσευξωνται οδον γης αυτων ης εδωκας τοις πατρασιν αυτων και της πολεως ης εξελεξω και του οικου ου ωκοδομησα τω ονοματι σου
39
και ακουση εκ του ουρανου εξ ετοιμου κατοικητηριου σου της προσευχης αυτων και της δεησεως αυτων και ποιησεις κριματα και ιλεως εση τω λαω τω αμαρτοντι σοι
40
νυν κυριε εστωσαν δη οι οφθαλμοι σου ανεωγμενοι και τα ωτα σου επηκοα εις την δεησιν του τοπου τουτου
41
και νυν αναστηθι κυριε ο θεος εις την καταπαυσιν σου συ και η κιβωτος της ισχυος σου οι ιερεις σου κυριε ο θεος ενδυσαιντο σωτηριαν και οι υιοι σου ευφρανθητωσαν εν αγαθοις
42
κυριε ο θεος μη αποστρεψης το προσωπον του χριστου σου μνησθητι τα ελεη δαυιδ του δουλου σου