1
και ως συνετελεσεν σαλωμων προσευχομενος και το πυρ κατεβη εκ του ουρανου και κατεφαγεν τα ολοκαυτωματα και τας θυσιας και δοξα κυριου επλησεν τον οικον
2
και ουκ ηδυναντο οι ιερεις εισελθειν εις τον οικον κυριου εν τω καιρω εκεινω οτι επλησεν δοξα κυριου τον οικον
3
και παντες οι υιοι ισραηλ εωρων καταβαινον το πυρ και η δοξα κυριου επι τον οικον και επεσον επι προσωπον επι την γην επι το λιθοστρωτον και προσεκυνησαν και ηνουν τω κυριω οτι αγαθον οτι εις τον αιωνα το ελεος αυτου
4
και ο βασιλευς και πας ο λαος θυοντες θυματα εναντι κυριου
5
και εθυσιασεν σαλωμων την θυσιαν μοσχων εικοσι και δυο χιλιαδας και βοσκηματων εκατον και εικοσι χιλιαδας και ενεκαινισεν τον οικον του θεου ο βασιλευς και πας ο λαος
6
και οι ιερεις επι τας φυλακας αυτων εστηκοτες και οι λευιται εν οργανοις ωδων κυριου του δαυιδ του βασιλεως του εξομολογεισθαι εναντι κυριου οτι εις τον αιωνα το ελεος αυτου εν υμνοις δαυιδ δια χειρος αυτων και οι ιερεις σαλπιζοντες ταις σαλπιγξιν εναντιον αυτων και πας ισραηλ εστηκως
7
και ηγιασεν σαλωμων το μεσον της αυλης της εν οικω κυριου οτι εποιησεν εκει τα ολοκαυτωματα και τα στεατα των σωτηριων οτι το θυσιαστηριον το χαλκουν ο εποιησεν σαλωμων ουκ εξεποιει δεξασθαι τα ολοκαυτωματα και τα μαναα και τα στεατα
8
και εποιησεν σαλωμων την εορτην εν τω καιρω εκεινω επτα ημεραις και πας ισραηλ μετ' αυτου εκκλησια μεγαλη σφοδρα απο εισοδου αιμαθ και εως χειμαρρου αιγυπτου
9
και εποιησεν εν τη ημερα τη ογδοη εξοδιον οτι εγκαινισμον του θυσιαστηριου εποιησεν επτα ημερας εορτην
10
και εν τη τριτη και εικοστη του μηνος του εβδομου απεστειλεν τον λαον εις τα σκηνωματα αυτων ευφραινομενους και αγαθη καρδια επι τοις αγαθοις οις εποιησεν κυριος τω δαυιδ και τω σαλωμων και τω ισραηλ λαω αυτου
11
και συνετελεσεν σαλωμων τον οικον κυριου και τον οικον του βασιλεως και παντα οσα ηθελησεν εν τη ψυχη σαλωμων του ποιησαι εν οικω κυριου και εν οικω αυτου ευοδωθη
12
και ωφθη ο θεος τω σαλωμων την νυκτα και ειπεν αυτω ηκουσα της προσευχης σου και εξελεξαμην εν τω τοπω τουτω εμαυτω εις οικον θυσιας
13
εαν συσχω τον ουρανον και μη γενηται υετος και εαν εντειλωμαι τη ακριδι καταφαγειν το ξυλον και εαν αποστειλω θανατον εν τω λαω μου
14
και εαν εντραπη ο λαος μου εφ' ους το ονομα μου επικεκληται επ' αυτους και προσευξωνται και ζητησωσιν το προσωπον μου και αποστρεψωσιν απο των οδων αυτων των πονηρων και εγω εισακουσομαι εκ του ουρανου και ιλεως εσομαι ταις αμαρτιαις αυτων και ιασομαι την γην αυτων
15
νυν οι οφθαλμοι μου εσονται ανεωγμενοι και τα ωτα μου επηκοα τη προσευχη του τοπου τουτου
16
και νυν εξελεξαμην και ηγιακα τον οικον τουτον του ειναι ονομα μου εκει εως αιωνος και εσονται οι οφθαλμοι μου και η καρδια μου εκει πασας τας ημερας
17
και συ εαν πορευθης εναντιον μου ως δαυιδ ο πατηρ σου και ποιησης κατα παντα α ενετειλαμην σοι και τα προσταγματα μου και τα κριματα μου φυλαξη
18
και αναστησω τον θρονον της βασιλειας σου ως διεθεμην δαυιδ τω πατρι σου λεγων ουκ εξαρθησεται σοι ανηρ ηγουμενος εν ισραηλ
19
και εαν αποστρεψητε υμεις και εγκαταλιπητε τα προσταγματα μου και τας εντολας μου ας εδωκα εναντιον υμων και πορευθητε και λατρευσητε θεοις ετεροις και προσκυνησητε αυτοις
20
και εξαρω υμας απο της γης ης εδωκα αυτοις και τον οικον τουτον ον ηγιασα τω ονοματι μου αποστρεψω εκ προσωπου μου και δωσω αυτον εις παραβολην και εις διηγημα εν πασιν τοις εθνεσιν
21
και ο οικος ουτος ο υψηλος πας ο διαπορευομενος αυτον εκστησεται και ερει χαριν τινος εποιησεν κυριος τη γη ταυτη και τω οικω τουτω
22
και ερουσιν διοτι εγκατελιπον κυριον τον θεον των πατερων αυτων τον εξαγαγοντα αυτους εκ γης αιγυπτου και αντελαβοντο θεων ετερων και προσεκυνησαν αυτοις και εδουλευσαν αυτοις δια τουτο επηγαγεν επ' αυτους πασαν την κακιαν ταυτην