1
και εγενετο μετα εικοσι ετη εν οις ωκοδομησεν σαλωμων τον οικον κυριου και τον οικον εαυτου
2
και τας πολεις ας εδωκεν χιραμ τω σαλωμων ωκοδομησεν αυτας σαλωμων και κατωκισεν εκει τους υιους ισραηλ
3
και ηλθεν σαλωμων εις αιμαθ σωβα και κατισχυσεν αυτην
4
και ωκοδομησεν την θεδμορ εν τη ερημω και πασας τας πολεις τας οχυρας ας ωκοδομησεν εν ημαθ
5
και ωκοδομησεν την βαιθωρων την ανω και την βαιθωρων την κατω πολεις οχυρας τειχη πυλαι και μοχλοι
6
και την βααλαθ και πασας τας πολεις τας οχυρας αι ησαν τω σαλωμων και πασας τας πολεις των αρματων και τας πολεις των ιππεων και οσα επεθυμησεν σαλωμων κατα την επιθυμιαν του οικοδομησαι εν ιερουσαλημ και εν τω λιβανω και εν παση τη βασιλεια αυτου
7
πας ο λαος ο καταλειφθεις απο του χετταιου και του αμορραιου και του φερεζαιου και του ευαιου και του ιεβουσαιου οι ουκ εισιν εκ του ισραηλ
8
ησαν εκ των υιων αυτων των καταλειφθεντων μετ' αυτους εν τη γη ους ουκ εξωλεθρευσαν οι υιοι ισραηλ και ανηγαγεν αυτους σαλωμων εις φορον εως της ημερας ταυτης
9
και εκ των υιων ισραηλ ουκ εδωκεν σαλωμων εις παιδας τη βασιλεια αυτου οτι αυτοι ανδρες πολεμισται και αρχοντες και δυνατοι και αρχοντες αρματων και ιππεων
10
και ουτοι αρχοντες των προστατων βασιλεως σαλωμων πεντηκοντα και διακοσιοι εργοδιωκτουντες εν τω λαω
11
και την θυγατερα φαραω σαλωμων ανηγαγεν εκ πολεως δαυιδ εις τον οικον ον ωκοδομησεν αυτη οτι ειπεν ου κατοικησει η γυνη μου εν πολει δαυιδ του βασιλεως ισραηλ οτι αγιος εστιν ου εισηλθεν εκει κιβωτος κυριου
12
τοτε ανηνεγκεν σαλωμων ολοκαυτωματα τω κυριω επι το θυσιαστηριον ο ωκοδομησεν απεναντι του ναου
13
και κατα τον λογον ημερας εν ημερα του αναφερειν κατα τας εντολας μωυση εν τοις σαββατοις και εν τοις μησιν και εν ταις εορταις τρεις καιρους του ενιαυτου εν τη εορτη των αζυμων και εν τη εορτη των εβδομαδων και εν τη εορτη των σκηνων
14
και εστησεν κατα την κρισιν δαυιδ τας διαιρεσεις των ιερεων κατα τας λειτουργιας αυτων και οι λευιται επι τας φυλακας αυτων του αινειν και λειτουργειν κατεναντι των ιερεων κατα τον λογον ημερας εν τη ημερα και οι πυλωροι κατα τας διαιρεσεις αυτων εις πυλην και πυλην οτι ουτως εντολαι δαυιδ ανθρωπου του θεου
15
ου παρηλθον τας εντολας του βασιλεως περι των ιερεων και των λευιτων εις παντα λογον και εις τους θησαυρους
16
και ητοιμασθη πασα η εργασια αφ' ης ημερας εθεμελιωθη εως ου ετελειωσεν σαλωμων τον οικον κυριου
17
τοτε ωχετο σαλωμων εις γασιωνγαβερ και εις την αιλαθ την παραθαλασσιαν εν γη ιδουμαια
18
και απεστειλεν χιραμ εν χειρι παιδων αυτου πλοια και παιδας ειδοτας θαλασσαν και ωχοντο μετα των παιδων σαλωμων εις σωφιρα και ελαβον εκειθεν τετρακοσια και πεντηκοντα ταλαντα χρυσιου και ηλθον προς τον βασιλεα σαλωμων