1
και γοθολια η μητηρ οχοζιου ειδεν οτι απεθανον οι υιοι αυτης και απωλεσεν παν το σπερμα της βασιλειας
2
και ελαβεν ιωσαβεε θυγατηρ του βασιλεως ιωραμ αδελφη οχοζιου τον ιωας υιον αδελφου αυτης και εκλεψεν αυτον εκ μεσου των υιων του βασιλεως των θανατουμενων αυτον και την τροφον αυτου εν τω ταμιειω των κλινων και εκρυψεν αυτον απο προσωπου γοθολιας και ουκ εθανατωθη
3
και ην μετ' αυτης εν οικω κυριου κρυβομενος εξ ετη και γοθολια βασιλευουσα επι της γης
4
και εν τω ετει τω εβδομω απεστειλεν ιωδαε ο ιερευς και ελαβεν τους εκατονταρχους τον χορρι και τον ρασιμ και απηγαγεν αυτους προς αυτον εις οικον κυριου και διεθετο αυτοις διαθηκην κυριου και ωρκισεν αυτους ενωπιον κυριου και εδειξεν αυτοις ιωδαε τον υιον του βασιλεως
5
και ενετειλατο αυτοις λεγων ουτος ο λογος ον ποιησετε το τριτον εξ υμων εισελθετω το σαββατον και φυλαξετε φυλακην οικου του βασιλεως εν τω πυλωνι
6
και το τριτον εν τη πυλη των οδων και το τριτον της πυλης οπισω των παρατρεχοντων και φυλαξετε την φυλακην του οικου
7
και δυο χειρες εν υμιν πας ο εκπορευομενος το σαββατον και φυλαξουσιν την φυλακην οικου κυριου προς τον βασιλεα
8
και κυκλωσατε επι τον βασιλεα κυκλω ανηρ και το σκευος αυτου εν χειρι αυτου και ο εισπορευομενος εις τα σαδηρωθ αποθανειται και εγενετο μετα του βασιλεως εν τω εκπορευεσθαι αυτον και εν τω εισπορευεσθαι αυτον
9
και εποιησαν οι εκατονταρχοι παντα οσα ενετειλατο ιωδαε ο συνετος και ελαβεν ανηρ τους ανδρας αυτου τους εισπορευομενους το σαββατον μετα των εκπορευομενων το σαββατον και εισηλθεν προς ιωδαε τον ιερεα
10
και εδωκεν ο ιερευς τοις εκατονταρχαις τους σειρομαστας και τους τρισσους του βασιλεως δαυιδ τους εν οικω κυριου
11
και εστησαν οι παρατρεχοντες ανηρ και το σκευος αυτου εν τη χειρι αυτου απο της ωμιας του οικου της δεξιας εως της ωμιας του οικου της ευωνυμου του θυσιαστηριου και του οικου επι τον βασιλεα κυκλω
12
και εξαπεστειλεν τον υιον του βασιλεως και εδωκεν επ' αυτον το νεζερ και το μαρτυριον και εβασιλευσεν αυτον και εχρισεν αυτον και εκροτησαν τη χειρι και ειπαν ζητω ο βασιλευς
13
και ηκουσεν γοθολια την φωνην των τρεχοντων του λαου και εισηλθεν προς τον λαον εις οικον κυριου
14
και ειδεν και ιδου ο βασιλευς ειστηκει επι του στυλου κατα το κριμα και οι ωδοι και αι σαλπιγγες προς τον βασιλεα και πας ο λαος της γης χαιρων και σαλπιζων εν σαλπιγξιν και διερρηξεν γοθολια τα ιματια εαυτης και εβοησεν συνδεσμος συνδεσμος
15
και ενετειλατο ιωδαε ο ιερευς τοις εκατονταρχαις τοις επισκοποις της δυναμεως και ειπεν προς αυτους εξαγαγετε αυτην εσωθεν των σαδηρωθ και ο εισπορευομενος οπισω αυτης θανατω θανατωθησεται ρομφαια οτι ειπεν ο ιερευς και μη αποθανη εν οικω κυριου
16
και επεθηκαν αυτη χειρας και εισηλθεν οδον εισοδου των ιππων οικου του βασιλεως και απεθανεν εκει
17
και διεθετο ιωδαε διαθηκην ανα μεσον κυριου και ανα μεσον του βασιλεως και ανα μεσον του λαου του ειναι εις λαον τω κυριω και ανα μεσον του βασιλεως και ανα μεσον του λαου
18
και εισηλθεν πας ο λαος της γης εις οικον του βααλ και κατεσπασαν αυτον και τα θυσιαστηρια αυτου και τας εικονας αυτου συνετριψαν αγαθως και τον ματθαν τον ιερεα του βααλ απεκτειναν κατα προσωπον των θυσιαστηριων και εθηκεν ο ιερευς επισκοπους εις τον οικον κυριου
19
και ελαβεν τους εκατονταρχους και τον χορρι και τον ρασιμ και παντα τον λαον της γης και κατηγαγον τον βασιλεα εξ οικου κυριου και εισηλθεν οδον πυλης των παρατρεχοντων οικου του βασιλεως και εκαθισαν αυτον επι του θρονου των βασιλεων
20
και εχαρη πας ο λαος της γης και η πολις ησυχασεν και την γοθολιαν εθανατωσαν εν ρομφαια εν οικω του βασιλεως