1
εν ετει δευτερω τω ιωας υιω ιωαχας βασιλει ισραηλ και εβασιλευσεν αμεσσιας υιος ιωας βασιλευς ιουδα
2
υιος εικοσι και πεντε ετων ην εν τω βασιλευειν αυτον και εικοσι και εννεα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου ιωαδιν εξ ιερουσαλημ
3
και εποιησεν το ευθες εν οφθαλμοις κυριου πλην ουχ ως δαυιδ ο πατηρ αυτου κατα παντα οσα εποιησεν ιωας ο πατηρ αυτου εποιησεν
4
πλην τα υψηλα ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις
5
και εγενετο οτε κατισχυσεν η βασιλεια εν χειρι αυτου και επαταξεν τους δουλους αυτου τους παταξαντας τον πατερα αυτου
6
και τους υιους των παταξαντων ουκ εθανατωσεν καθως γεγραπται εν βιβλιω νομων μωυση ως ενετειλατο κυριος λεγων ουκ αποθανουνται πατερες υπερ υιων και υιοι ουκ αποθανουνται υπερ πατερων οτι αλλ' η εκαστος εν ταις αμαρτιαις αυτου αποθανειται
7
αυτος επαταξεν τον εδωμ εν γαιμελε δεκα χιλιαδας και συνελαβε την πετραν εν τω πολεμω και εκαλεσεν το ονομα αυτης καθοηλ εως της ημερας ταυτης
8
τοτε απεστειλεν αμεσσιας αγγελους προς ιωας υιον ιωαχας υιου ιου βασιλεως ισραηλ λεγων δευρο οφθωμεν προσωποις
9
και απεστειλεν ιωας βασιλευς ισραηλ προς αμεσσιαν βασιλεα ιουδα λεγων ο ακαν ο εν τω λιβανω απεστειλεν προς την κεδρον την εν τω λιβανω λεγων δος την θυγατερα σου τω υιω μου εις γυναικα και διηλθον τα θηρια του αγρου τα εν τω λιβανω και συνεπατησαν τον ακανα
10
τυπτων επαταξας την ιδουμαιαν και επηρεν σε η καρδια σου ενδοξασθητι καθημενος εν τω οικω σου και ινα τι εριζεις εν κακια σου και πεση συ και ιουδας μετα σου
11
και ουκ ηκουσεν αμεσσιας και ανεβη ο βασιλευς ισραηλ και ωφθησαν προσωποις αυτος και αμεσσιας βασιλευς ιουδα εν βαιθσαμυς τη του ιουδα
12
και επταισεν ιουδας απο προσωπου ισραηλ και εφυγεν ανηρ εις το σκηνωμα αυτου
13
και τον αμεσσιαν υιον ιωας υιου οχοζιου βασιλεα ιουδα συνελαβεν ιωας υιος ιωαχας βασιλευς ισραηλ εν βαιθσαμυς και ηλθεν εις ιερουσαλημ και καθειλεν εν τω τειχει ιερουσαλημ εν τη πυλη εφραιμ εως πυλης της γωνιας τετρακοσιους πηχεις
14
και ελαβεν το χρυσιον και το αργυριον και παντα τα σκευη τα ευρεθεντα εν οικω κυριου και εν θησαυροις οικου του βασιλεως και τους υιους των συμμιξεων και απεστρεψεν εις σαμαρειαν
15
και τα λοιπα των λογων ιωας οσα εποιησεν εν δυναστεια αυτου α επολεμησεν μετα αμεσσιου βασιλεως ιουδα ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ
16
και εκοιμηθη ιωας μετα των πατερων αυτου και εταφη εν σαμαρεια μετα των βασιλεων ισραηλ και εβασιλευσεν ιεροβοαμ υιος αυτου αντ' αυτου
17
και εζησεν αμεσσιας υιος ιωας βασιλευς ιουδα μετα το αποθανειν ιωας υιον ιωαχας βασιλεα ισραηλ πεντεκαιδεκα ετη
18
και τα λοιπα των λογων αμεσσιου και παντα α εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα
19
και συνεστραφησαν επ' αυτον συστρεμμα εν ιερουσαλημ και εφυγεν εις λαχις και απεστειλαν οπισω αυτου εις λαχις και εθανατωσαν αυτον εκει
20
και ηραν αυτον εφ' ιππων και εταφη εν ιερουσαλημ μετα των πατερων αυτου εν πολει δαυιδ
21
και ελαβεν πας ο λαος ιουδα τον αζαριαν και αυτος υιος εκκαιδεκα ετων και εβασιλευσαν αυτον αντι του πατρος αυτου αμεσσιου
22
αυτος ωκοδομησεν την αιλωθ και επεστρεψεν αυτην τω ιουδα μετα το κοιμηθηναι τον βασιλεα μετα των πατερων αυτου
23
εν ετει πεντεκαιδεκατω του αμεσσιου υιου ιωας βασιλεως ιουδα εβασιλευσεν ιεροβοαμ υιος ιωας επι ισραηλ εν σαμαρεια τεσσαρακοντα και εν ετος
24
και εποιησεν το πονηρον ενωπιον κυριου ουκ απεστη απο πασων αμαρτιων ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ
25
αυτος απεστησεν το οριον ισραηλ απο εισοδου αιμαθ εως της θαλασσης της αραβα κατα το ρημα κυριου θεου ισραηλ ο ελαλησεν εν χειρι δουλου αυτου ιωνα υιου αμαθι του προφητου του εκ γεθχοβερ
26
οτι ειδεν κυριος την ταπεινωσιν ισραηλ πικραν σφοδρα και ολιγοστους συνεχομενους και εσπανισμενους και εγκαταλελειμμενους και ουκ ην ο βοηθων τω ισραηλ
27
και ουκ ελαλησεν κυριος εξαλειψαι το σπερμα ισραηλ υποκατωθεν του ουρανου και εσωσεν αυτους δια χειρος ιεροβοαμ υιου ιωας
28
και τα λοιπα των λογων ιεροβοαμ και παντα οσα εποιησεν και αι δυναστειαι αυτου οσα επολεμησεν και οσα επεστρεψεν την δαμασκον και την αιμαθ τω ιουδα εν ισραηλ ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ισραηλ
29
και εκοιμηθη ιεροβοαμ μετα των πατερων αυτου μετα βασιλεων ισραηλ και εβασιλευσεν αζαριας υιος αμεσσιου αντι του πατρος αυτου