1
εν ετει επτακαιδεκατω φακεε υιου ρομελιου εβασιλευσεν αχαζ υιος ιωαθαμ βασιλεως ιουδα
2
υιος εικοσι ετων ην αχαζ εν τω βασιλευειν αυτον και εκκαιδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ουκ εποιησεν το ευθες εν οφθαλμοις κυριου θεου αυτου πιστως ως δαυιδ ο πατηρ αυτου
3
και επορευθη εν οδω ιεροβοαμ υιου ναβατ βασιλεως ισραηλ και γε τον υιον αυτου διηγεν εν πυρι κατα τα βδελυγματα των εθνων ων εξηρεν κυριος απο προσωπου των υιων ισραηλ
4
και εθυσιαζεν και εθυμια εν τοις υψηλοις και επι των βουνων και υποκατω παντος ξυλου αλσωδους
5
τοτε ανεβη ραασσων βασιλευς συριας και φακεε υιος ρομελιου βασιλευς ισραηλ εις ιερουσαλημ εις πολεμον και επολιορκουν επι αχαζ και ουκ εδυναντο πολεμειν
6
εν τω καιρω εκεινω επεστρεψεν ραασσων βασιλευς συριας την αιλαθ τη συρια και εξεβαλεν τους ιουδαιους εξ αιλαθ και ιδουμαιοι ηλθον εις αιλαθ και κατωκησαν εκει εως της ημερας ταυτης
7
και απεστειλεν αχαζ αγγελους προς θαγλαθφελλασαρ βασιλεα ασσυριων λεγων δουλος σου και υιος σου εγω αναβηθι και σωσον με εκ χειρος βασιλεως συριας και εκ χειρος βασιλεως ισραηλ των επανισταμενων επ' εμε
8
και ελαβεν αχαζ το αργυριον και το χρυσιον το ευρεθεν εν θησαυροις οικου κυριου και οικου του βασιλεως και απεστειλεν τω βασιλει δωρα
9
και ηκουσεν αυτου βασιλευς ασσυριων και ανεβη βασιλευς ασσυριων εις δαμασκον και συνελαβεν αυτην και απωκισεν αυτην και τον ραασσων εθανατωσεν
10
και επορευθη βασιλευς αχαζ εις απαντην τω θαγλαθφελλασαρ βασιλει ασσυριων εις δαμασκον και ειδεν το θυσιαστηριον εν δαμασκω και απεστειλεν ο βασιλευς αχαζ προς ουριαν τον ιερεα το ομοιωμα του θυσιαστηριου και τον ρυθμον αυτου εις πασαν ποιησιν αυτου
11
και ωκοδομησεν ουριας ο ιερευς το θυσιαστηριον κατα παντα οσα απεστειλεν ο βασιλευς αχαζ εκ δαμασκου
12
και ειδεν ο βασιλευς το θυσιαστηριον και ανεβη επ' αυτο
13
και εθυμιασεν την ολοκαυτωσιν αυτου και την θυσιαν αυτου και την σπονδην αυτου και προσεχεεν το αιμα των ειρηνικων των αυτου επι το θυσιαστηριον
14
και το θυσιαστηριον το χαλκουν το απεναντι κυριου και προσηγαγεν απο προσωπου του οικου κυριου απο του ανα μεσον του θυσιαστηριου και απο του ανα μεσον του οικου κυριου και εδωκεν αυτο επι μηρον του θυσιαστηριου κατα βορραν
15
και ενετειλατο ο βασιλευς αχαζ τω ουρια τω ιερει λεγων επι το θυσιαστηριον το μεγα προσφερε την ολοκαυτωσιν την πρωινην και την θυσιαν την εσπερινην και την ολοκαυτωσιν του βασιλεως και την θυσιαν αυτου και την ολοκαυτωσιν παντος του λαου και την θυσιαν αυτων και την σπονδην αυτων και παν αιμα ολοκαυτωσεως και παν αιμα θυσιας επ' αυτο προσχεεις και το θυσιαστηριον το χαλκουν εσται μοι εις το πρωι
16
και εποιησεν ουριας ο ιερευς κατα παντα οσα ενετειλατο αυτω ο βασιλευς αχαζ
17
και συνεκοψεν ο βασιλευς αχαζ τα συγκλεισματα των μεχωνωθ και μετηρεν απ' αυτων τον λουτηρα και την θαλασσαν καθειλεν απο των βοων των χαλκων των υποκατω αυτης και εδωκεν αυτην επι βασιν λιθινην
18
και τον θεμελιον της καθεδρας ωκοδομησεν εν οικω κυριου και την εισοδον του βασιλεως την εξω επεστρεψεν εν οικω κυριου απο προσωπου βασιλεως ασσυριων
19
και τα λοιπα των λογων αχαζ οσα εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα
20
και εκοιμηθη αχαζ μετα των πατερων αυτου και εταφη εν πολει δαυιδ και εβασιλευσεν εζεκιας υιος αυτου αντ' αυτου