1
και εγενηθη εν τω ετει τω ενατω της βασιλειας αυτου εν τω μηνι τω δεκατω ηλθεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος και πασα η δυναμις αυτου επι ιερουσαλημ και παρενεβαλεν επ' αυτην και ωκοδομησεν επ' αυτην περιτειχος κυκλω
2
και ηλθεν η πολις εν περιοχη εως του ενδεκατου ετους του βασιλεως σεδεκιου
3
ενατη του μηνος και ενισχυσεν ο λιμος εν τη πολει και ουκ ησαν αρτοι τω λαω της γης
4
και ερραγη η πολις και παντες οι ανδρες του πολεμου εξηλθον νυκτος οδον πυλης της ανα μεσον των τειχεων αυτη η εστιν του κηπου του βασιλεως και οι χαλδαιοι επι την πολιν κυκλω και επορευθη οδον την αραβα
5
και εδιωξεν η δυναμις των χαλδαιων οπισω του βασιλεως και κατελαβον αυτον εν αραβωθ ιεριχω και πασα η δυναμις αυτου διεσπαρη επανωθεν αυτου
6
και συνελαβον τον βασιλεα και ηγαγον αυτον προς τον βασιλεα βαβυλωνος εις δεβλαθα και ελαλησεν μετ' αυτου κρισιν
7
και τους υιους σεδεκιου εσφαξεν κατ' οφθαλμους αυτου και τους οφθαλμους σεδεκιου εξετυφλωσεν και εδησεν αυτον εν πεδαις και ηγαγεν αυτον εις βαβυλωνα
8
και εν τω μηνι τω πεμπτω εβδομη του μηνος αυτος ενιαυτος εννεακαιδεκατος τω ναβουχοδονοσορ βασιλει βαβυλωνος ηλθεν ναβουζαρδαν ο αρχιμαγειρος εστως ενωπιον βασιλεως βαβυλωνος εις ιερουσαλημ
9
και ενεπρησεν τον οικον κυριου και τον οικον του βασιλεως και παντας τους οικους ιερουσαλημ και παν οικον ενεπρησεν
10
ο αρχιμαγειρος
11
και το περισσον του λαου το καταλειφθεν εν τη πολει και τους εμπεπτωκοτας οι ενεπεσον προς βασιλεα βαβυλωνος και το λοιπον του στηριγματος μετηρεν ναβουζαρδαν ο αρχιμαγειρος
12
και απο των πτωχων της γης υπελιπεν ο αρχιμαγειρος εις αμπελουργους και εις γαβιν
13
και τους στυλους τους χαλκους τους εν οικω κυριου και τας μεχωνωθ και την θαλασσαν την χαλκην την εν οικω κυριου συνετριψαν οι χαλδαιοι και ηραν τον χαλκον αυτων εις βαβυλωνα
14
και τους λεβητας και τα ιαμιν και τας φιαλας και τας θυισκας και παντα τα σκευη τα χαλκα εν οις λειτουργουσιν εν αυτοις ελαβεν
15
και τα πυρεια και τας φιαλας τας χρυσας και τας αργυρας ελαβεν ο αρχιμαγειρος
16
στυλους δυο η θαλασσα η μια και τα μεχωνωθ α εποιησεν σαλωμων τω οικω κυριου ουκ ην σταθμος του χαλκου παντων των σκευων
17
οκτωκαιδεκα πηχεων υψος του στυλου του ενος και το χωθαρ επ' αυτου το χαλκουν και το υψος του χωθαρ τριων πηχεων σαβαχα και ροαι επι του χωθαρ κυκλω τα παντα χαλκα και κατα τα αυτα τω στυλω τω δευτερω επι τω σαβαχα
18
και ελαβεν ο αρχιμαγειρος τον σαραιαν ιερεα τον πρωτον και τον σοφονιαν υιον της δευτερωσεως και τους τρεις τους φυλασσοντας τον σταθμον
19
και εκ της πολεως ελαβεν ευνουχον ενα ος ην επιστατης επι των ανδρων των πολεμιστων και πεντε ανδρας των ορωντων το προσωπον του βασιλεως τους ευρεθεντας εν τη πολει και τον γραμματεα του αρχοντος της δυναμεως τον εκτασσοντα τον λαον της γης και εξηκοντα ανδρας του λαου της γης τους ευρεθεντας εν τη πολει
20
και ελαβεν αυτους ναβουζαρδαν ο αρχιμαγειρος και απηγαγεν αυτους προς τον βασιλεα βαβυλωνος εις δεβλαθα
21
και επαισεν αυτους βασιλευς βαβυλωνος και εθανατωσεν αυτους εν δεβλαθα εν γη αιμαθ και απωκισθη ιουδας επανωθεν της γης αυτου
22
και ο λαος ο καταλειφθεις εν γη ιουδα ους κατελιπεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος και κατεστησεν επ' αυτων τον γοδολιαν υιον αχικαμ υιου σαφαν
23
και ηκουσαν παντες οι αρχοντες της δυναμεως αυτοι και οι ανδρες αυτων οτι κατεστησεν βασιλευς βαβυλωνος τον γοδολιαν και ηλθον προς γοδολιαν εις μασσηφαθ και ισμαηλ υιος ναθανιου και ιωαναν υιος καρηε και σαραιας υιος θανεμαθ ο νετωφαθιτης και ιεζονιας υιος του μαχαθι αυτοι και οι ανδρες αυτων
24
και ωμοσεν γοδολιας αυτοις και τοις ανδρασιν αυτων και ειπεν αυτοις μη φοβεισθε παροδον των χαλδαιων καθισατε εν τη γη και δουλευσατε τω βασιλει βαβυλωνος και καλως εσται υμιν
25
και εγενηθη εν τω εβδομω μηνι ηλθεν ισμαηλ υιος ναθανιου υιου ελισαμα εκ του σπερματος των βασιλεων και δεκα ανδρες μετ' αυτου και επαταξεν τον γοδολιαν και απεθανεν και τους ιουδαιους και τους χαλδαιους οι ησαν μετ' αυτου εις μασσηφαθ
26
και ανεστη πας ο λαος απο μικρου και εως μεγαλου και οι αρχοντες των δυναμεων και εισηλθον εις αιγυπτον οτι εφοβηθησαν απο προσωπου των χαλδαιων
27
και εγενηθη εν τω τριακοστω και εβδομω ετει της αποικεσιας του ιωακιμ βασιλεως ιουδα εν τω δωδεκατω μηνι εβδομη και εικαδι του μηνος υψωσεν ευιλμαρωδαχ βασιλευς βαβυλωνος εν τω ενιαυτω της βασιλειας αυτου την κεφαλην ιωακιμ βασιλεως ιουδα και εξηγαγεν αυτον εξ οικου φυλακης αυτου
28
και ελαλησεν μετ' αυτου αγαθα και εδωκεν τον θρονον αυτου επανωθεν των θρονων των βασιλεων των μετ' αυτου εν βαβυλωνι
29
και ηλλοιωσεν τα ιματια της φυλακης αυτου και ησθιεν αρτον δια παντος ενωπιον αυτου πασας τας ημερας της ζωης αυτου
30
και η εστιατορια αυτου εστιατορια δια παντος εδοθη αυτω εξ οικου του βασιλεως λογον ημερας εν τη ημερα αυτου πασας τας ημερας της ζωης αυτου .