1
και ιωραμ υιος αχααβ εβασιλευσεν εν ισραηλ εν ετει οκτωκαιδεκατω ιωσαφατ βασιλει ιουδα και εβασιλευσεν δωδεκα ετη
2
και εποιησεν το πονηρον εν οφθαλμοις κυριου πλην ουχ ως ο πατηρ αυτου και ουχ ως η μητηρ αυτου και μετεστησεν τας στηλας του βααλ ας εποιησεν ο πατηρ αυτου
3
πλην εν τη αμαρτια ιεροβοαμ υιου ναβατ ος εξημαρτεν τον ισραηλ εκολληθη ουκ απεστη απ' αυτης
4
και μωσα βασιλευς μωαβ ην νωκηδ και επεστρεφεν τω βασιλει ισραηλ εν τη επαναστασει εκατον χιλιαδας αρνων και εκατον χιλιαδας κριων επι ποκων
5
και εγενετο μετα το αποθανειν αχααβ και ηθετησεν βασιλευς μωαβ εν βασιλει ισραηλ
6
και εξηλθεν ο βασιλευς ιωραμ εν τη ημερα εκεινη εκ σαμαρειας και επεσκεψατο τον ισραηλ
7
και επορευθη και εξαπεστειλεν προς ιωσαφατ βασιλεα ιουδα λεγων βασιλευς μωαβ ηθετησεν εν εμοι ει πορευση μετ' εμου εις μωαβ εις πολεμον και ειπεν αναβησομαι ομοιος μοι ομοιος σοι ως ο λαος μου ο λαος σου ως οι ιπποι μου οι ιπποι σου
8
και ειπεν ποια οδω αναβω και ειπεν οδον ερημον εδωμ
9
και επορευθη ο βασιλευς ισραηλ και ο βασιλευς ιουδα και ο βασιλευς εδωμ και εκυκλωσαν οδον επτα ημερων και ουκ ην υδωρ τη παρεμβολη και τοις κτηνεσιν τοις εν τοις ποσιν αυτων
10
και ειπεν ο βασιλευς ισραηλ ω οτι κεκληκεν κυριος τους τρεις βασιλεις παρερχομενους δουναι αυτους εν χειρι μωαβ
11
και ειπεν ιωσαφατ ουκ εστιν ωδε προφητης του κυριου και επιζητησωμεν τον κυριον παρ' αυτου και απεκριθη εις των παιδων βασιλεως ισραηλ και ειπεν ωδε ελισαιε υιος σαφατ ος επεχεεν υδωρ επι χειρας ηλιου
12
και ειπεν ιωσαφατ εστιν αυτω ρημα κυριου και κατεβη προς αυτον βασιλευς ισραηλ και ιωσαφατ βασιλευς ιουδα και βασιλευς εδωμ
13
και ειπεν ελισαιε προς βασιλεα ισραηλ τι εμοι και σοι δευρο προς τους προφητας του πατρος σου και ειπεν αυτω ο βασιλευς ισραηλ μη οτι κεκληκεν κυριος τους τρεις βασιλεις του παραδουναι αυτους εις χειρας μωαβ
14
και ειπεν ελισαιε ζη κυριος των δυναμεων ω παρεστην ενωπιον αυτου οτι ει μη προσωπον ιωσαφατ βασιλεως ιουδα εγω λαμβανω ει επεβλεψα προς σε και ειδον σε
15
και νυνι δε λαβε μοι ψαλλοντα και εγενετο ως εψαλλεν ο ψαλλων και εγενετο επ' αυτον χειρ κυριου
16
και ειπεν ταδε λεγει κυριος ποιησατε τον χειμαρρουν τουτον βοθυνους βοθυνους
17
οτι ταδε λεγει κυριος ουκ οψεσθε πνευμα και ουκ οψεσθε υετον και ο χειμαρρους ουτος πλησθησεται υδατος και πιεσθε υμεις και αι κτησεις υμων και τα κτηνη υμων
18
και κουφη αυτη εν οφθαλμοις κυριου και παραδωσω την μωαβ εν χειρι υμων
19
και παταξετε πασαν πολιν οχυραν και παν ξυλον αγαθον καταβαλειτε και πασας πηγας υδατος εμφραξετε και πασαν μεριδα αγαθην αχρειωσετε εν λιθοις
20
και εγενετο το πρωι αναβαινουσης της θυσιας και ιδου υδατα ηρχοντο εξ οδου εδωμ και επλησθη η γη υδατος
21
και πασα μωαβ ηκουσαν οτι ανεβησαν οι βασιλεις πολεμειν αυτους και ανεβοησαν εκ παντος περιεζωσμενου ζωνην και επανω και εστησαν επι του οριου
22
και ωρθρισαν το πρωι και ο ηλιος ανετειλεν επι τα υδατα και ειδεν μωαβ εξ εναντιας τα υδατα πυρρα ωσει αιμα
23
και ειπαν αιμα τουτο της ρομφαιας εμαχεσαντο οι βασιλεις και επαταξαν ανηρ τον πλησιον αυτου και νυν επι τα σκυλα μωαβ
24
και εισηλθον εις την παρεμβολην ισραηλ και ισραηλ ανεστησαν και επαταξαν την μωαβ και εφυγον απο προσωπου αυτων και εισηλθον εισπορευομενοι και τυπτοντες την μωαβ
25
και τας πολεις καθειλον και πασαν μεριδα αγαθην ερριψαν ανηρ τον λιθον και ενεπλησαν αυτην και πασαν πηγην υδατος ενεφραξαν και παν ξυλον αγαθον κατεβαλον εως του καταλιπειν τους λιθους του τοιχου καθηρημενους και εκυκλευσαν οι σφενδονηται και επαταξαν αυτην
26
και ειδεν ο βασιλευς μωαβ οτι εκραταιωσεν υπερ αυτον ο πολεμος και ελαβεν μεθ' εαυτου επτακοσιους ανδρας εσπασμενους ρομφαιαν διακοψαι προς βασιλεα εδωμ και ουκ ηδυνηθησαν
27
και ελαβεν τον υιον αυτου τον πρωτοτοκον ος εβασιλευσεν αντ' αυτου και ανηνεγκεν αυτον ολοκαυτωμα επι του τειχους και εγενετο μεταμελος μεγας επι ισραηλ και απηραν απ' αυτου και επεστρεψαν εις την γην