1
και γυνη μια απο των υιων των προφητων εβοα προς ελισαιε λεγουσα ο δουλος σου ο ανηρ μου απεθανεν και συ εγνως οτι δουλος ην φοβουμενος τον κυριον και ο δανιστης ηλθεν λαβειν τους δυο υιους μου εαυτω εις δουλους
2
και ειπεν ελισαιε τι ποιησω σοι αναγγειλον μοι τι εστιν σοι εν τω οικω η δε ειπεν ουκ εστιν τη δουλη σου ουθεν εν τω οικω οτι αλλ' η ο αλειψομαι ελαιον
3
και ειπεν προς αυτην δευρο αιτησον σαυτη σκευη εξωθεν παρα παντων των γειτονων σου σκευη κενα μη ολιγωσης
4
και εισελευση και αποκλεισεις την θυραν κατα σου και κατα των υιων σου και αποχεεις εις τα σκευη ταυτα και το πληρωθεν αρεις
5
και απηλθεν παρ' αυτου και εποιησεν ουτως και απεκλεισεν την θυραν κατ' αυτης και κατα των υιων αυτης αυτοι προσηγγιζον προς αυτην και αυτη επεχεεν
6
εως επλησθησαν τα σκευη και ειπεν προς τους υιους αυτης εγγισατε ετι προς με σκευος και ειπον αυτη ουκ εστιν ετι σκευος και εστη το ελαιον
7
και ηλθεν και απηγγειλεν τω ανθρωπω του θεου και ειπεν ελισαιε δευρο και αποδου το ελαιον και αποτεισεις τους τοκους σου και συ και οι υιοι σου ζησεσθε εν τω επιλοιπω ελαιω
8
και εγενετο ημερα και διεβη ελισαιε εις σουμαν και εκει γυνη μεγαλη και εκρατησεν αυτον φαγειν αρτον και εγενετο αφ' ικανου του εισπορευεσθαι αυτον εξεκλινεν του εκει φαγειν
9
και ειπεν η γυνη προς τον ανδρα αυτης ιδου δη εγνων οτι ανθρωπος του θεου αγιος ουτος διαπορευεται εφ' ημας δια παντος
10
ποιησωμεν δη αυτω υπερωον τοπον μικρον και θωμεν αυτω εκει κλινην και τραπεζαν και διφρον και λυχνιαν και εσται εν τω εισπορευεσθαι προς ημας και εκκλινει εκει
11
και εγενετο ημερα και εισηλθεν εκει και εξεκλινεν εις το υπερωον και εκοιμηθη εκει
12
και ειπεν προς γιεζι το παιδαριον αυτου καλεσον μοι την σωμανιτιν ταυτην και εκαλεσεν αυτην και εστη ενωπιον αυτου
13
και ειπεν αυτω ειπον δη προς αυτην ιδου εξεστησας ημιν πασαν την εκστασιν ταυτην τι δει ποιησαι σοι ει εστιν λογος σοι προς τον βασιλεα η προς τον αρχοντα της δυναμεως η δε ειπεν εν μεσω του λαου μου εγω ειμι οικω
14
και ειπεν τι δει ποιησαι αυτη και ειπεν γιεζι το παιδαριον αυτου και μαλα υιος ουκ εστιν αυτη και ο ανηρ αυτης πρεσβυτης
15
και εκαλεσεν αυτην και εστη παρα την θυραν
16
και ειπεν ελισαιε προς αυτην εις τον καιρον τουτον ως η ωρα ζωσα συ περιειληφυια υιον η δε ειπεν μη κυριε μου μη διαψευση την δουλην σου
17
και εν γαστρι ελαβεν η γυνη και ετεκεν υιον εις τον καιρον τουτον ως η ωρα ζωσα ως ελαλησεν προς αυτην ελισαιε
18
και ηδρυνθη το παιδαριον και εγενετο ηνικα εξηλθεν το παιδαριον προς τον πατερα αυτου προς τους θεριζοντας
19
και ειπεν προς τον πατερα αυτου την κεφαλην μου την κεφαλην μου και ειπεν τω παιδαριω αρον αυτον προς την μητερα αυτου
20
και ηρεν αυτον προς την μητερα αυτου και εκοιμηθη επι των γονατων αυτης εως μεσημβριας και απεθανεν
21
και ανηνεγκεν αυτον και εκοιμισεν αυτον επι την κλινην του ανθρωπου του θεου και απεκλεισεν κατ' αυτου και εξηλθεν
22
και εκαλεσεν τον ανδρα αυτης και ειπεν αποστειλον δη μοι εν των παιδαριων και μιαν των ονων και δραμουμαι εως του ανθρωπου του θεου και επιστρεψω
23
και ειπεν τι οτι συ πορευη προς αυτον σημερον ου νεομηνια ουδε σαββατον η δε ειπεν ειρηνη
24
και επεσαξεν την ονον και ειπεν προς το παιδαριον αυτης αγε πορευου μη επισχης μοι του επιβηναι οτι εαν ειπω σοι
25
δευρο και πορευση και ελευση προς τον ανθρωπον του θεου εις το ορος το καρμηλιον και εγενετο ως ειδεν ελισαιε ερχομενην αυτην και ειπεν προς γιεζι το παιδαριον αυτου ιδου δη η σωμανιτις εκεινη
26
νυν δραμε εις απαντην αυτης και ερεις ει ειρηνη σοι ει ειρηνη τω ανδρι σου ει ειρηνη τω παιδαριω η δε ειπεν ειρηνη
27
και ηλθεν προς ελισαιε εις το ορος και επελαβετο των ποδων αυτου και ηγγισεν γιεζι απωσασθαι αυτην και ειπεν ελισαιε αφες αυτην οτι η ψυχη αυτης κατωδυνος αυτη και κυριος απεκρυψεν απ' εμου και ουκ ανηγγειλεν μοι
28
η δε ειπεν μη ητησαμην υιον παρα του κυριου μου ουκ ειπα ου πλανησεις μετ' εμου
29
και ειπεν ελισαιε τω γιεζι ζωσαι την οσφυν σου και λαβε την βακτηριαν μου εν τη χειρι σου και δευρο οτι εαν ευρης ανδρα ουκ ευλογησεις αυτον και εαν ευλογηση σε ανηρ ουκ αποκριθηση αυτω και επιθησεις την βακτηριαν μου επι προσωπον του παιδαριου
30
και ειπεν η μητηρ του παιδαριου ζη κυριος και ζη η ψυχη σου ει εγκαταλειψω σε και ανεστη ελισαιε και επορευθη οπισω αυτης
31
και γιεζι διηλθεν εμπροσθεν αυτης και επεθηκεν την βακτηριαν επι προσωπον του παιδαριου και ουκ ην φωνη και ουκ ην ακροασις και επεστρεψεν εις απαντην αυτου και απηγγειλεν αυτω λεγων ουκ ηγερθη το παιδαριον
32
και εισηλθεν ελισαιε εις τον οικον και ιδου το παιδαριον τεθνηκος κεκοιμισμενον επι την κλινην αυτου
33
και εισηλθεν ελισαιε εις τον οικον και απεκλεισεν την θυραν κατα των δυο εαυτων και προσηυξατο προς κυριον
34
και ανεβη και εκοιμηθη επι το παιδαριον και εθηκεν το στομα αυτου επι το στομα αυτου και τους οφθαλμους αυτου επι τους οφθαλμους αυτου και τας χειρας αυτου επι τας χειρας αυτου και διεκαμψεν επ' αυτον και διεθερμανθη η σαρξ του παιδαριου
35
και επεστρεψεν και επορευθη εν τη οικια ενθεν και ενθεν και ανεβη και συνεκαμψεν επι το παιδαριον εως επτακις και ηνοιξεν το παιδαριον τους οφθαλμους αυτου
36
και εξεβοησεν ελισαιε προς γιεζι και ειπεν καλεσον την σωμανιτιν ταυτην και εκαλεσεν και εισηλθεν προς αυτον και ειπεν ελισαιε λαβε τον υιον σου
37
και εισηλθεν η γυνη και επεσεν επι τους ποδας αυτου και προσεκυνησεν επι την γην και ελαβεν τον υιον αυτης και εξηλθεν
38
και ελισαιε επεστρεψεν εις γαλγαλα και ο λιμος εν τη γη και οι υιοι των προφητων εκαθηντο ενωπιον αυτου και ειπεν ελισαιε τω παιδαριω αυτου επιστησον τον λεβητα τον μεγαν και εψε εψεμα τοις υιοις των προφητων
39
και εξηλθεν εις εις τον αγρον συλλεξαι αριωθ και ευρεν αμπελον εν τω αγρω και συνελεξεν απ' αυτης τολυπην αγριαν πληρες το ιματιον αυτου και ενεβαλεν εις τον λεβητα του εψεματος οτι ουκ εγνωσαν
40
και ενεχει τοις ανδρασιν φαγειν και εγενετο εν τω εσθιειν αυτους εκ του εψηματος και ιδου ανεβοησαν και ειπον θανατος εν τω λεβητι ανθρωπε του θεου και ουκ ηδυναντο φαγειν
41
και ειπεν λαβετε αλευρον και εμβαλετε εις τον λεβητα και ειπεν ελισαιε προς γιεζι το παιδαριον εγχει τω λαω και εσθιετωσαν και ουκ εγενηθη ετι εκει ρημα πονηρον εν τω λεβητι
42
και ανηρ διηλθεν εκ βαιθσαρισα και ηνεγκεν προς τον ανθρωπον του θεου πρωτογενηματων εικοσι αρτους κριθινους και παλαθας και ειπεν δοτε τω λαω και εσθιετωσαν
43
και ειπεν ο λειτουργος αυτου τι δω τουτο ενωπιον εκατον ανδρων και ειπεν δος τω λαω και εσθιετωσαν οτι ταδε λεγει κυριος φαγονται και καταλειψουσιν
44
και εφαγον και κατελιπον κατα το ρημα κυριου