1
και εγενετο μετα ταυτα και απεθανεν βασιλευς υιων αμμων και εβασιλευσεν αννων υιος αυτου αντ' αυτου
2
και ειπεν δαυιδ ποιησω ελεος μετα αννων υιου ναας ον τροπον εποιησεν ο πατηρ αυτου μετ' εμου ελεος και απεστειλεν δαυιδ παρακαλεσαι αυτον εν χειρι των δουλων αυτου περι του πατρος αυτου και παρεγενοντο οι παιδες δαυιδ εις την γην υιων αμμων
3
και ειπον οι αρχοντες υιων αμμων προς αννων τον κυριον αυτων μη παρα το δοξαζειν δαυιδ τον πατερα σου ενωπιον σου οτι απεστειλεν σοι παρακαλουντας αλλ' ουχι οπως ερευνησωσιν την πολιν και κατασκοπησωσιν αυτην και του κατασκεψασθαι αυτην απεστειλεν δαυιδ τους παιδας αυτου προς σε
4
και ελαβεν αννων τους παιδας δαυιδ και εξυρησεν τους πωγωνας αυτων και απεκοψεν τους μανδυας αυτων εν τω ημισει εως των ισχιων αυτων και εξαπεστειλεν αυτους
5
και ανηγγειλαν τω δαυιδ υπερ των ανδρων και απεστειλεν εις απαντην αυτων οτι ησαν οι ανδρες ητιμασμενοι σφοδρα και ειπεν ο βασιλευς καθισατε εν ιεριχω εως του ανατειλαι τους πωγωνας υμων και επιστραφησεσθε
6
και ειδαν οι υιοι αμμων οτι κατησχυνθησαν ο λαος δαυιδ και απεστειλαν οι υιοι αμμων και εμισθωσαντο την συριαν βαιθροωβ εικοσι χιλιαδας πεζων και τον βασιλεα μααχα χιλιους ανδρας και ιστωβ δωδεκα χιλιαδας ανδρων
7
και ηκουσεν δαυιδ και απεστειλεν τον ιωαβ και πασαν την δυναμιν τους δυνατους
8
και εξηλθαν οι υιοι αμμων και παρεταξαντο πολεμον παρα τη θυρα της πυλης και συρια σουβα και ροωβ και ιστωβ και μααχα μονοι εν αγρω
9
και ειδεν ιωαβ οτι εγενηθη προς αυτον αντιπροσωπον του πολεμου εκ του κατα προσωπον εξ εναντιας και εκ του οπισθεν και επελεξεν εκ παντων των νεανισκων ισραηλ και παρεταξαντο εξ εναντιας συριας
10
και το καταλοιπον του λαου εδωκεν εν χειρι αβεσσα του αδελφου αυτου και παρεταξαντο εξ εναντιας υιων αμμων
11
και ειπεν εαν κραταιωθη συρια υπερ εμε και εσεσθε μοι εις σωτηριαν και εαν υιοι αμμων κραταιωθωσιν υπερ σε και εσομεθα του σωσαι σε
12
ανδριζου και κραταιωθωμεν υπερ του λαου ημων και περι των πολεων του θεου ημων και κυριος ποιησει το αγαθον εν οφθαλμοις αυτου
13
και προσηλθεν ιωαβ και ο λαος αυτου μετ' αυτου εις πολεμον προς συριαν και εφυγαν απο προσωπου αυτου
14
και οι υιοι αμμων ειδαν οτι εφυγεν συρια και εφυγαν απο προσωπου αβεσσα και εισηλθαν εις την πολιν και ανεστρεψεν ιωαβ απο των υιων αμμων και παρεγενοντο εις ιερουσαλημ
15
και ειδεν συρια οτι επταισεν εμπροσθεν ισραηλ και συνηχθησαν επι το αυτο
16
και απεστειλεν αδρααζαρ και συνηγαγεν την συριαν την εκ του περαν του ποταμου χαλαμακ και παρεγενοντο αιλαμ και σωβακ αρχων της δυναμεως αδρααζαρ εμπροσθεν αυτων
17
και ανηγγελη τω δαυιδ και συνηγαγεν τον παντα ισραηλ και διεβη τον ιορδανην και παρεγενοντο εις αιλαμ και παρεταξατο συρια απεναντι δαυιδ και επολεμησαν μετ' αυτου
18
και εφυγεν συρια απο προσωπου ισραηλ και ανειλεν δαυιδ εκ της συριας επτακοσια αρματα και τεσσαρακοντα χιλιαδας ιππεων και τον σωβακ τον αρχοντα της δυναμεως αυτου επαταξεν και απεθανεν εκει
19
και ειδαν παντες οι βασιλεις οι δουλοι αδρααζαρ οτι επταισαν εμπροσθεν ισραηλ και ηυτομολησαν μετα ισραηλ και εδουλευσαν αυτοις και εφοβηθη συρια του σωσαι ετι τους υιους αμμων