1
και εγενετο μετα ταυτα και εποιησεν εαυτω αβεσσαλωμ αρματα και ιππους και πεντηκοντα ανδρας παρατρεχειν εμπροσθεν αυτου
2
και ωρθρισεν αβεσσαλωμ και εστη ανα χειρα της οδου της πυλης και εγενετο πας ανηρ ω εγενετο κρισις ηλθεν προς τον βασιλεα εις κρισιν και εβοησεν προς αυτον αβεσσαλωμ και ελεγεν αυτω εκ ποιας πολεως συ ει και ειπεν ο ανηρ εκ μιας φυλων ισραηλ ο δουλος σου
3
και ειπεν προς αυτον αβεσσαλωμ ιδου οι λογοι σου αγαθοι και ευκολοι και ακουων ουκ εστιν σοι παρα του βασιλεως
4
και ειπεν αβεσσαλωμ τις με καταστησει κριτην εν τη γη και επ' εμε ελευσεται πας ανηρ ω εαν η αντιλογια και κρισις και δικαιωσω αυτον
5
και εγενετο εν τω εγγιζειν ανδρα του προσκυνησαι αυτω και εξετεινεν την χειρα αυτου και επελαμβανετο αυτου και κατεφιλησεν αυτον
6
και εποιησεν αβεσσαλωμ κατα το ρημα τουτο παντι ισραηλ τοις παραγινομενοις εις κρισιν προς τον βασιλεα και ιδιοποιειτο αβεσσαλωμ την καρδιαν ανδρων ισραηλ
7
και εγενετο απο τελους τεσσαρακοντα ετων και ειπεν αβεσσαλωμ προς τον πατερα αυτου πορευσομαι δη και αποτεισω τας ευχας μου ας ηυξαμην τω κυριω εν χεβρων
8
οτι ευχην ηυξατο ο δουλος σου εν τω οικειν με εν γεδσουρ εν συρια λεγων εαν επιστρεφων επιστρεψη με κυριος εις ιερουσαλημ και λατρευσω τω κυριω
9
και ειπεν αυτω ο βασιλευς βαδιζε εις ειρηνην και αναστας επορευθη εις χεβρων
10
και απεστειλεν αβεσσαλωμ κατασκοπους εν πασαις φυλαις ισραηλ λεγων εν τω ακουσαι υμας την φωνην της κερατινης και ερειτε βεβασιλευκεν βασιλευς αβεσσαλωμ εν χεβρων
11
και μετα αβεσσαλωμ επορευθησαν διακοσιοι ανδρες εξ ιερουσαλημ κλητοι και πορευομενοι τη απλοτητι αυτων και ουκ εγνωσαν παν ρημα
12
και απεστειλεν αβεσσαλωμ και εκαλεσεν τον αχιτοφελ τον γελμωναιον τον συμβουλον δαυιδ εκ της πολεως αυτου εκ γωλα εν τω θυσιαζειν αυτον και εγενετο συστρεμμα ισχυρον και ο λαος πορευομενος και πολυς μετα αβεσσαλωμ
13
και παρεγενετο ο απαγγελλων προς δαυιδ λεγων εγενηθη η καρδια ανδρων ισραηλ οπισω αβεσσαλωμ
14
και ειπεν δαυιδ πασιν τοις παισιν αυτου τοις μετ' αυτου τοις εν ιερουσαλημ αναστητε και φυγωμεν οτι ουκ εστιν ημιν σωτηρια απο προσωπου αβεσσαλωμ ταχυνατε του πορευθηναι ινα μη ταχυνη και καταλαβη ημας και εξωση εφ' ημας την κακιαν και παταξη την πολιν στοματι μαχαιρης
15
και ειπον οι παιδες του βασιλεως προς τον βασιλεα κατα παντα οσα αιρειται ο κυριος ημων ο βασιλευς ιδου οι παιδες σου
16
και εξηλθεν ο βασιλευς και πας ο οικος αυτου τοις ποσιν αυτων και αφηκεν ο βασιλευς δεκα γυναικας των παλλακων αυτου φυλασσειν τον οικον
17
και εξηλθεν ο βασιλευς και παντες οι παιδες αυτου πεζη και εστησαν εν οικω τω μακραν
18
και παντες οι παιδες αυτου ανα χειρα αυτου παρηγον και πας ο χεττι και πας ο φελετθι και εστησαν επι της ελαιας εν τη ερημω και πας ο λαος παρεπορευετο εχομενος αυτου και παντες οι περι αυτον και παντες οι αδροι και παντες οι μαχηται εξακοσιοι ανδρες και παρησαν επι χειρα αυτου και πας ο χερεθθι και πας ο φελεθθι και παντες οι γεθθαιοι εξακοσιοι ανδρες οι ελθοντες τοις ποσιν αυτων εκ γεθ πορευομενοι επι προσωπον του βασιλεως
19
και ειπεν ο βασιλευς προς εθθι τον γεθθαιον ινα τι πορευη και συ μεθ' ημων επιστρεφε και οικει μετα του βασιλεως οτι ξενος ει συ και οτι μετωκηκας συ εκ του τοπου σου
20
ει εχθες παραγεγονας και σημερον κινησω σε μεθ' ημων και γε μεταναστησεις τον τοπον σου εχθες η εξελευσις σου και σημερον μετακινησω σε μεθ' ημων του πορευθηναι και εγω πορευσομαι ου αν εγω πορευθω επιστρεφου και επιστρεψον τους αδελφους σου μετα σου και κυριος ποιησει μετα σου ελεος και αληθειαν
21
και απεκριθη εθθι τω βασιλει και ειπεν ζη κυριος και ζη ο κυριος μου ο βασιλευς οτι εις τον τοπον ου εαν η ο κυριος μου και εαν εις θανατον και εαν εις ζωην οτι εκει εσται ο δουλος σου
22
και ειπεν ο βασιλευς προς εθθι δευρο και διαβαινε μετ' εμου και παρηλθεν εθθι ο γεθθαιος και παντες οι παιδες αυτου και πας ο οχλος ο μετ' αυτου
23
και πασα η γη εκλαιεν φωνη μεγαλη και πας ο λαος παρεπορευοντο εν τω χειμαρρω κεδρων και ο βασιλευς διεβη τον χειμαρρουν κεδρων και πας ο λαος και ο βασιλευς παρεπορευοντο επι προσωπον οδου την ερημον
24
και ιδου και γε σαδωκ και παντες οι λευιται μετ' αυτου αιροντες την κιβωτον διαθηκης κυριου απο βαιθαρ και εστησαν την κιβωτον του θεου και ανεβη αβιαθαρ εως επαυσατο πας ο λαος παρελθειν εκ της πολεως
25
και ειπεν ο βασιλευς τω σαδωκ αποστρεψον την κιβωτον του θεου εις την πολιν εαν ευρω χαριν εν οφθαλμοις κυριου και επιστρεψει με και δειξει μοι αυτην και την ευπρεπειαν αυτης
26
και εαν ειπη ουτως ουκ ηθεληκα εν σοι ιδου εγω ειμι ποιειτω μοι κατα το αγαθον εν οφθαλμοις αυτου
27
και ειπεν ο βασιλευς τω σαδωκ τω ιερει ιδετε συ επιστρεφεις εις την πολιν εν ειρηνη και αχιμαας ο υιος σου και ιωναθαν ο υιος αβιαθαρ οι δυο υιοι υμων μεθ' υμων
28
ιδετε εγω ειμι στρατευομαι εν αραβωθ της ερημου εως του ελθειν ρημα παρ' υμων του απαγγειλαι μοι
29
και απεστρεψεν σαδωκ και αβιαθαρ την κιβωτον εις ιερουσαλημ και εκαθισεν εκει
30
και δαυιδ ανεβαινεν εν τη αναβασει των ελαιων αναβαινων και κλαιων και την κεφαλην επικεκαλυμμενος και αυτος επορευετο ανυποδετος και πας ο λαος ο μετ' αυτου επεκαλυψεν ανηρ την κεφαλην αυτου και ανεβαινον αναβαινοντες και κλαιοντες
31
και ανηγγελη δαυιδ λεγοντες και αχιτοφελ εν τοις συστρεφομενοις μετα αβεσσαλωμ και ειπεν δαυιδ διασκεδασον δη την βουλην αχιτοφελ κυριε ο θεος μου
32
και ην δαυιδ ερχομενος εως του ροως ου προσεκυνησεν εκει τω θεω και ιδου εις απαντην αυτω χουσι ο αρχι εταιρος δαυιδ διερρηχως τον χιτωνα αυτου και γη επι της κεφαλης αυτου
33
και ειπεν αυτω δαυιδ εαν μεν διαβης μετ' εμου και εση επ' εμε εις βασταγμα
34
και εαν εις την πολιν επιστρεψης και ερεις τω αβεσσαλωμ διεληλυθασιν οι αδελφοι σου και ο βασιλευς κατοπισθεν μου διεληλυθεν ο πατηρ σου και νυν παις σου ειμι βασιλευ εασον με ζησαι παις του πατρος σου ημην τοτε και αρτιως και νυν εγω δουλος σος και διασκεδασεις μοι την βουλην αχιτοφελ
35
και ιδου μετα σου εκει σαδωκ και αβιαθαρ οι ιερεις και εσται παν ρημα ο εαν ακουσης εξ οικου του βασιλεως και αναγγελεις τω σαδωκ και τω αβιαθαρ τοις ιερευσιν
36
ιδου εκει μετ' αυτων δυο υιοι αυτων αχιμαας υιος τω σαδωκ και ιωναθαν υιος τω αβιαθαρ και αποστελειτε εν χειρι αυτων προς με παν ρημα ο εαν ακουσητε
37
και εισηλθεν χουσι ο εταιρος δαυιδ εις την πολιν και αβεσσαλωμ εισεπορευετο εις ιερουσαλημ