1
και ελαλησεν δαυιδ τω κυριω τους λογους της ωδης ταυτης εν η ημερα εξειλατο αυτον κυριος εκ χειρος παντων των εχθρων αυτου και εκ χειρος σαουλ
2
και ειπεν κυριε πετρα μου και οχυρωμα μου και εξαιρουμενος με εμοι
3
ο θεος μου φυλαξ εσται μου πεποιθως εσομαι επ' αυτω υπερασπιστης μου και κερας σωτηριας μου αντιλημπτωρ μου και καταφυγη μου σωτηριας μου εξ αδικου σωσεις με
4
αινετον επικαλεσομαι κυριον και εκ των εχθρων μου σωθησομαι
5
οτι περιεσχον με συντριμμοι θανατου χειμαρροι ανομιας εθαμβησαν με
6
ωδινες θανατου εκυκλωσαν με προεφθασαν με σκληροτητες θανατου
7
εν τω θλιβεσθαι με επικαλεσομαι κυριον και προς τον θεον μου βοησομαι και επακουσεται εκ ναου αυτου φωνης μου και η κραυγη μου εν τοις ωσιν αυτου
8
και εταραχθη και εσεισθη η γη και τα θεμελια του ουρανου συνεταραχθησαν και εσπαραχθησαν οτι εθυμωθη κυριος αυτοις
9
ανεβη καπνος εν τη οργη αυτου και πυρ εκ στοματος αυτου κατεδεται ανθρακες εξεκαυθησαν απ' αυτου
10
και εκλινεν ουρανους και κατεβη και γνοφος υποκατω των ποδων αυτου
11
και επεκαθισεν επι χερουβιν και επετασθη και ωφθη επι πτερυγων ανεμου
12
και εθετο σκοτος αποκρυφην αυτου κυκλω αυτου η σκηνη αυτου σκοτος υδατων επαχυνεν εν νεφελαις αερος
13
απο του φεγγους εναντιον αυτου εξεκαυθησαν ανθρακες πυρος
14
εβροντησεν εξ ουρανου κυριος και ο υψιστος εδωκεν φωνην αυτου
15
και απεστειλεν βελη και εσκορπισεν αυτους αστραπην και εξεστησεν αυτους
16
και ωφθησαν αφεσεις θαλασσης και απεκαλυφθη θεμελια της οικουμενης εν τη επιτιμησει κυριου απο πνοης πνευματος θυμου αυτου
17
απεστειλεν εξ υψους και ελαβεν με ειλκυσεν με εξ υδατων πολλων
18
ερρυσατο με εξ εχθρων μου ισχυος εκ των μισουντων με οτι εκραταιωθησαν υπερ εμε
19
προεφθασαν με εν ημερα θλιψεως μου και εγενετο κυριος επιστηριγμα μου
20
και εξηγαγεν με εις πλατυσμον και εξειλατο με οτι ευδοκησεν εν εμοι
21
και ανταπεδωκεν μοι κυριος κατα την δικαιοσυνην μου κατα την καθαριοτητα των χειρων μου ανταπεδωκεν μοι
22
οτι εφυλαξα οδους κυριου και ουκ ησεβησα απο του θεου μου
23
οτι παντα τα κριματα αυτου κατεναντιον μου και τα δικαιωματα αυτου ουκ απεστην απ' αυτων
24
και εσομαι αμωμος αυτω και προφυλαξομαι απο της ανομιας μου
25
και αποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ενωπιον των οφθαλμων αυτου
26
μετα οσιου οσιωθηση και μετα ανδρος τελειου τελειωθηση
27
και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου στρεβλωθηση
28
και τον λαον τον πτωχον σωσεις και οφθαλμους επι μετεωρων ταπεινωσεις
29
οτι συ ο λυχνος μου κυριε και κυριος εκλαμψει μοι το σκοτος μου
30
οτι εν σοι δραμουμαι μονοζωνος και εν τω θεω μου υπερβησομαι τειχος
31
ο ισχυρος αμωμος η οδος αυτου το ρημα κυριου κραταιον πεπυρωμενον υπερασπιστης εστιν πασιν τοις πεποιθοσιν επ' αυτω
32
τις ισχυρος πλην κυριου και τις κτιστης εσται πλην του θεου ημων
33
ο ισχυρος ο κραταιων με δυναμει και εξετιναξεν αμωμον την οδον μου
34
τιθεις τους ποδας μου ως ελαφων και επι τα υψη ιστων με
35
διδασκων χειρας μου εις πολεμον και καταξας τοξον χαλκουν εν βραχιονι μου
36
και εδωκας μοι υπερασπισμον σωτηριας μου και η υπακοη σου επληθυνεν με
37
εις πλατυσμον εις τα διαβηματα μου υποκατω μου και ουκ εσαλευθησαν τα σκελη μου
38
διωξω εχθρους μου και αφανιω αυτους και ουκ αναστρεψω εως συντελεσω αυτους
39
και θλασω αυτους και ουκ αναστησονται και πεσουνται υπο τους ποδας μου
40
και ενισχυσεις με δυναμει εις πολεμον καμψεις τους επανιστανομενους μοι υποκατω μου
41
και τους εχθρους μου εδωκας μοι νωτον τους μισουντας με και εθανατωσας αυτους
42
βοησονται και ουκ εστιν βοηθος προς κυριον και ουχ υπηκουσεν αυτων
43
και ελεανα αυτους ως χουν γης ως πηλον εξοδων ελεπτυνα αυτους
44
και ρυση με εκ μαχης λαων φυλαξεις με εις κεφαλην εθνων λαος ον ουκ εγνων εδουλευσαν μοι
45
υιοι αλλοτριοι εψευσαντο μοι εις ακοην ωτιου ηκουσαν μου
46
υιοι αλλοτριοι απορριφησονται και σφαλουσιν εκ των συγκλεισμων αυτων
47
ζη κυριος και ευλογητος ο φυλαξ μου και υψωθησεται ο θεος μου ο φυλαξ της σωτηριας μου
48
ισχυρος κυριος ο διδους εκδικησεις εμοι παιδευων λαους υποκατω μου
49
και εξαγων με εξ εχθρων μου και εκ των επεγειρομενων μοι υψωσεις με εξ ανδρος αδικηματων ρυση με
50
δια τουτο εξομολογησομαι σοι κυριε εν τοις εθνεσιν και εν τω ονοματι σου ψαλω
51
μεγαλυνων σωτηριας βασιλεως αυτου και ποιων ελεος τω χριστω αυτου τω δαυιδ και τω σπερματι αυτου εως αιωνος